[ ]
Delos — mid-3rd c. BC
1 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι] |
δήμωι· Στησίσ̣[τρατος? — — —] | |
εἶπεν· ἐπειδὴ Φώκρι[τος καὶ] | |
Ἀγασικλῆς ἄνδρες ἀγαθοί εἰ[σιν] | |
5 | περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον |
τὸν Δηλίων· δεδόχθαι τῶι δή[μωι]· | |
ἐπαινέσαι Φώκριτον κ[αὶ] | |
Ἀγασικλέα Λεοντίσ[κου] | |
Βυζαντίους τῆς τ[ε περὶ τὸ] | |
10 | [ἱ]ερὸ[ν εὐ]σεβε̣ί̣α̣[ς] ἕ[νεκα] καὶ |
τῆς εὐνοίας τῆς εἰς τὸν | |
δῆμον τὸν Δηλίων· εἶναι δὲ | |
Ἀγασικλέα καὶ Φώκριτον | |
προξένους Δηλίων αὐτοὺ[ς] | |
15 | καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς |
ἐν Δήλ[ωι] ἀτέλειαν πάντων | |
καὶ προεδρίαγ καὶ γῆς καὶ οἰκίας | |
ἔγκτησιγ καὶ πρόσοδομ πρὸς | |
τὴμ βουλὴγ καὶ τὸν δῆμον | |
20 | [π]ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλ[α] |
ὅσα καὶ τοῖς ἄλλοις εὐεργέταις | |
τοῦ ἱεροῦ δέδοται παρὰ Δηλίων· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
τὴμ μὲμ βουλὴν εἰς τὸ | |
25 | {τὸ} βουλευτήριον, το[ὺ]ς δ̣ὲ |
[ἱεροποι]οὺ[ς εἰς τὸ ἱερόν]. |