[ ] Delos — beg. 3rd c. BC
1 [θ]εοί.
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Θεό-
δοτος Αἰχμοκρίτου εἶπεν· ἐπειδὴ
Διόφαντος Διονυσίου Ἰασεὺς
5 ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸ ἱερὸν
καὶ τὴν πόλιν τὴν Δηλίων· δεδό-
χθαι τῶι δήμωι· πρόξενον εἶναι
τῆς πόλεως τῆς Δηλίων Διόφαν-
τον Διονυσίου Ἰασέα καὶ αὐτὸν
10 καὶ ἐγγόνους καὶ εἶναι αὐτοῖς
[ἐ]ν Δήλωι ἀτέλειαν καὶ προεδρία[ν]
[κ]αὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ τ[ὰ]
ἄλλα πάντα ὅσαπερ τοῖς ἄλλ[οις]
προξένοις καὶ εὐεργέτ[αις τῆς]
15 πόλεως τῆς [Δηλίων — — — —].
Search Help
Contact Us