[ ]
Delos — beg. 3rd c. BC
1 | [ἔδο]ξε[ν τῆι βουλῆι καὶ τῶι] |
[δήμ]ωι· Ἀχ[αιὸς Φανοδίκου?] | |
[εἶπε]ν· ἐπειδὴ [Φανόστρατος] | |
[Ἡρα]κλείδου Ἁ[λικαρνασσεὺς] | |
5 | [ἀνὴρ] ἀγαθός ἐ[στι περὶ τὸ ἱερ]- |
ὸν καὶ τὸν δῆμ[ον τὸν Δηλί]- | |
[ω]ν· δεδόχθαι [τῶι δήμωι· εἶναι Φ]- | |
ανόστρατον πρόξενον [Δηλίων κ]- | |
αὶ αὐτὸγ καὶ ἐκγόνους καὶ [εἶν]- | |
10 | α̣ι <αὐτοῖς> ἀτέλειαν καὶ γῆς καὶ οἰκία[ς ἔγκ]- |
τησιν καὶ προεδρίαν καὶ πρόσο[δον π]- | |
ρὸς τὴμ βουλὴν πρώ[τοις] μετὰ [τὰ ἱ]- | |
[ερ]ὰ καὶ [τἄλλ]α ὅσαπερ τοῖς ἄλ[λ]- | |
[οι]ς προξένοι[ς κ]αὶ εὐεργέταις | |
15 | [τοῦ ἱ]εροῦ [καὶ το]ῦ δήμου τοῦ Δη- |
[λίω]ν δέδ[οτα]ι· ἀναγράψαι δὲ τὸ ψή- | |
[φισμ]α τόδ[ε τὴ]μ μὲμ βουλὴν εἰς | |
[τὸ β]ουλευτήριον, τοὺς δὲ ἱερο- | |
[ποιο]ὺς εἰς τὸ ἱερόν. |