[ ]
Delos — beg. 3rd c. BC
1 | [Ἀ]ρκεσίλα. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀνδρο- | |
μένης Γερύλλου εἶπεν· ἐπειδὴ Ἀρκε- | |
σίλας ἀνὴρ ἀγαθός ἐστιν περί τε τὸ ἱε- | |
5 | ρὸν καὶ τὸν δῆμον τὸν Δηλίων καὶ |
[π]οιῶν εὖ διατελεῖ καὶ νῦν καὶ ἐν τῶι ἔμ- | |
[πρ]οσθεν χρόνωι· ἐψηφίσθαι τῶι δή- | |
[μ]ωι· εἶναι Ἀρκεσίλαν Μέδοντο[ς] | |
[Μιλ]ήσιον [πρό]ξενον Δηλίων καὶ ε[ὐ]- | |
10 | [εργέτην κα]ὶ αὐτὸν καὶ ἐκγόνους· |
[εἶναι δὲ αὐτο]ῖς ἐν Δήλωι ἀτέλειαν | |
[καὶ πολιτείαν κ]αὶ προεδρίαν καὶ γῆς καὶ | |
[οἰκίας ἔγκτ]ησιν καὶ πρόσοδον πρὸς τὴν | |
[βουλὴν καὶ] τὸν δῆμον π[ρώ]τοις μετὰ | |
15 | τὰ [ἱερά]· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ |
[ἄλ]λα ὅσαπερ τοῖς ἄλλοις προξένοις | |
κ[α]ὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ Δηλί[ων]· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α τὴν] | |
[μ]ὲν βουλὴν εἰς τὸ βουλευτ[ήριον], | |
20 | [τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ [ἱερόν]. |