[ ] Delos — beg. 3rd c. BC
1 [Ἀ]ρκεσίλα.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀνδρο-
μένης Γερύλλου εἶπεν· ἐπειδὴ Ἀρκε-
SI/LAS A)NH\R A)GAQO/S E)STIN PERI/ TE TO\ I(E-
5 ρὸν καὶ τὸν δῆμον τὸν Δηλίων καὶ
[π]οιῶν εὖ διατελεῖ καὶ νῦν καὶ ἐν τῶι ἔμ-
[πρ]οσθεν χρόνωι· ἐψηφίσθαι τῶι δή-
[μ]ωι· εἶναι Ἀρκεσίλαν Μέδοντο[ς]
[Μιλ]ήσιον [πρό]ξενον Δηλίων καὶ ε[ὐ]-
10 [εργέτην κα]ὶ αὐτὸν καὶ ἐκγόνους·
[εἶναι δὲ αὐτο]ῖς ἐν Δήλωι ἀτέλειαν
[καὶ πολιτείαν κ]αὶ προεδρίαν καὶ γῆς καὶ
[οἰκίας ἔγκτ]ησιν καὶ πρόσοδον πρὸς τὴν
[βουλὴν καὶ] τὸν δῆμον π[ρώ]τοις μετὰ
15 τὰ [ἱερά]· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ
[ἄλ]λα ὅσαπερ τοῖς ἄλλοις προξένοις
κ[α]ὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ Δηλί[ων]·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α τὴν]
[μ]ὲν βουλὴν εἰς τὸ βουλευτ[ήριον],
20 [τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ [ἱερόν].
Search Help
Contact Us