[ ]
Delos — beg. 3rd c. BC
| 1 | [Ἀ]ρκεσίλα. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀνδρο- | |
| μένης Γερύλλου εἶπεν· ἐπειδὴ Ἀρκε- | |
| σίλας ἀνὴρ ἀγαθός ἐστιν περί τε τὸ ἱε- | |
| 5 | ρὸν καὶ τὸν δῆμον τὸν Δηλίων καὶ |
| [π]οιῶν εὖ διατελεῖ καὶ νῦν καὶ ἐν τῶι ἔμ- | |
| [πρ]οσθεν χρόνωι· ἐψηφίσθαι τῶι δή- | |
| [μ]ωι· εἶναι Ἀρκεσίλαν Μέδοντο[ς] | |
| [Μιλ]ήσιον [πρό]ξενον Δηλίων καὶ ε[ὐ]- | |
| 10 | [εργέτην κα]ὶ αὐτὸν καὶ ἐκγόνους· |
| [εἶναι δὲ αὐτο]ῖς ἐν Δήλωι ἀτέλειαν | |
| [καὶ πολιτείαν κ]αὶ προεδρίαν καὶ γῆς καὶ | |
| [οἰκίας ἔγκτ]ησιν καὶ πρόσοδον πρὸς τὴν | |
| [βουλὴν καὶ] τὸν δῆμον π[ρώ]τοις μετὰ | |
| 15 | τὰ [ἱερά]· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ |
| [ἄλ]λα ὅσαπερ τοῖς ἄλλοις προξένοις | |
| κ[α]ὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ Δηλί[ων]· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α τὴν] | |
| [μ]ὲν βουλὴν εἰς τὸ βουλευτ[ήριον], | |
| 20 | [τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ [ἱερόν]. |