[ ] Delos — beg. 3rd c. BC
1 [ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]·
Γλαῦκος Σκύλακος {ου} εἶπεν·
ἐπειδὴ Ῥάχας ἀνὴρ ἀγαθὸς ὢ[ν]
περὶ τὸ ἱερὸν καὶ τὴμ πόλιν τ[ὴν]
5 Δηλίων διατελεῖ καὶ κοινεῖ τε
τοῦ δήμου πολ[λ]ὴν ἐπιμέλειαν
ποεῖται μετὰ π[άσ]ης εὐνοίας κα[ὶ]
ἰδίαι τοῖς ἐντυγχάνουσιν {ει} αὐ-
τῶι Δηλίων χρείας παρέχετα[ι]
10 καθότι ἂν παραγγέλλωσιν· δε-
[δόχθαι] τῶι δήμωι· Ῥάχαν Ἀντιό-
[χου? — — —]Ιᾶνα πρόξενον εἶνα[ι]
[καὶ εὐεργέτη]ν το[ῦ ἱεροῦ — — —].
Search Help
Contact Us