[ ]
Delos — ca. 300-250 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Νίκων Δη[μό]- |
| νου εἶπεν· ἐπειδὴ Ἑλλάνικος Τηλαύγου[ς] | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸ[ν] | |
| καὶ τὸν δῆμον τὸν Δηλίων καὶ ποεῖ ἀγαθὸ[ν] | |
| 5 | ὅ τι δύναται καὶ κοινῆι τὸν δῆμον καὶ ἰδίαι |
| τοῖς ἐντυγχάνουσιν αὐτῶι Δηλίων χρείας | |
| παρέχεται καθ’ ὅ τι ἂν αὐτὸν παρακαλῶσιν· | |
| δεδόχθαι τῶι δήμωι εἶναι Ἑλλάνικον Τηλαύ- | |
| γους Ἀβυδηνὸν πρόξενον καὶ εὐεργέτην τοῦ | |
| 10 | ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόνους κ[αὶ] |
| εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων καὶ π[ρο]- | |
| εδρίαν ἐν τοῖς ἀγῶσιν καὶ γῆς καὶ οἰκίας ἔγκτη[σιν] | |
| [καὶ] πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμο[ν πρώ]- | |
| [τοις μετὰ τὰ ἱερά· ὑ]πάρ[χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλ[α ὅσα] | |
| 15 | [καὶ τοῖς ἄλλοις προξένοις] τοῦ τε ἱεροῦ [καὶ τοῦ] |
| [δήμου τοῦ Δηλίων — — — — — — — — — —]. |