[ ] Delos — beg. 3rd c. BC
See also:
1 [θε]οί.
[ἔδοξεν τῆι βο]υλῆι καὶ τῶι δή-
[μωι· Νί]κ̣ω̣ν Δη[μ]όνου εἶπεν· ἐπε[ι]-
δὴ [Μεν]έστρατο[ς ἀ]νὴρ ἀγαθὸς
5 ὢν διατελεῖ περί τε τ[ὸ] ἱερὸν κ[αὶ]
τὴν πόλιν τὴν Δηλίων· [δεδόχθαι]
τῶι δήμωι· εἶναι Μενέστρα[τον]
Θ̣εοφά[ν․․․ Κ]αρύστιον πρόξ[ε]-
νον κα[ὶ εὐε]ργέτην τοῦ ἱεροῦ τοῦ Δηλ[ί]-
10 [ων καὶ αὐ]τὸγ καὶ ἐγγόνους καὶ εἶναι
[αὐτο]ῖς ἀτέλειαν ἐν Δήλωι πάν-
[τωγ καὶ γῆ]ς καὶ οἰκίας ἔγκτησιν
[καὶ προεδρίαγ καὶ] πρόσοδον πρὸ-
[ς τὴμ βουλὴν καὶ τὸν δῆμον — — —].
Search Help
Contact Us