[ ] Att. — stoich. 41 — 424/3 a.
1 Μεθοναίον ἐκ Πιερ[ίας]·
[Φ]αίνιππος Φρυνίχο ἐγραμμάτ[ευε]·
[ἔδ]οχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ἐρεχθεὶς ἐπρ[υτάν]-
[ευε], Σκόπας ἐγραμμάτευε, Τιμονίδες ἐπεστάτε, Δ̣[ιοπ]-
5 [εί]θες εἶπε· δι[α]χειροτονε͂σαι τὸν δε͂μον αὐτίκ[α πρὸ]-
[ς Μ]εθοναίος εἴτε φόρον δοκε͂ι τάττεν τὸν δε͂μο[ν αὐτ]-
[ίκ]α μάλα ἒ ἐχ[σ]αρκε͂ν αὐτοῖς τελε͂ν ℎόσον τε͂ι θε[ο͂ι ἀπ]-
[ὸ τ]ο͂ φόρο ἐγίγν̣ετο ℎὸν τοῖς προτέροις Παν[αθ]ε[ναίο]-
[ις] ἐτετάχατο φέρεν, το͂ δε͂ ἄλλο ἀτελε͂ς ἐ͂να[ι· το͂ν δὲ ὀφ]-
10 [ει]λεμάτον ℎὰ γεγράφαται το͂ι δεμοσίοι τ[ο͂ν ἀπειτε]-
[μέ]ν̣ομ Μεθοναῖοι ὀφείλοντες, ἐὰν ὀ͂σι ἐπιτ[έδειοι Ἀ]-
[θε]ναίοις ὅσπερ τε νῦν καὶ ἔτι ἀμείνος, ἐπι[χορε͂ν ἀπ]-
[ότ]αχσιν περὶ τε͂ς πράχσεος Ἀθεναίος, καὶ ἐὰν̣ [κοινὸ]-
[ν] φσέφισμά τι περὶ το͂ν ὀφειλεμάτον το͂ν ἐν τε͂[ισι σα]-
15 [νί]σι γίγνεται μεδὲν προσℎεκέτο Μεθοναίο[ις ἐὰμ μ]-
[ὲ χ]ορὶς γίγνεται φσέφισμα περὶ Μεθοναίον· π[ρέσβε]-
[ς δ]ὲ τρε͂ς πέμφσαι ℎυπὲρ πεντέκοντα ἔτε γεγον[ότας]
[ℎο]ς Περδίκκα[ν], εἰπε͂ν δὲ Περδίκκαι ℎότι δοκε[ῖ δίκα]-
[ιο]ν ἐ͂ναι ἐᾶν Μεθοναίος τε͂ι θαλάττει χρε͂σθα[ι μεδὲ]
20 [ἐχσ]ε͂ναι ℎορίσασθαι, καὶ ἐᾶν εἰσεμπορεύεσθ[αι καθ]-
[άπε]ρ τέος ἐ[ς] τὲ̣ν χόραν καὶ μέτε ἀδικε͂ν μ[έ]τε [ἀ]δ[ικε͂σ]-
[θαι] μεδὲ στρα[τ]ιὰν διὰ τε͂ς χόρας τε͂ς Μεθ[ο]ναίον [διά]-
[γεν ἀ]κόντομ [Με]θοναίον, καὶ ἐὰμ μὲν ὁμολ[ο]γο͂σιν [ℎεκ]-
[άτερ]οι χσυ[μβι]βασάντον ℎοι πρέσβες, ἐὰν δὲ μέ, [πρεσ]-
25 [βεί]αν ἑκάτ[ερ]ο[ι] πεμπόντον ἐς Διονύσια, τέλος [ἔχον]-
[τας] περὶ ℎο͂[ν] ἂν διαφ<έ>ρονται, πρὸς τὲν βολὲν κα[ὶ τὸν]
[δε͂μ]ον· ε[ἰ]π̣ε͂ν δὲ [Π]ερδίκκαι ℎότι ἐὰν ℎοι στρατι[ο͂ται]
[ℎοι] ἐμ Ποτειδ[ά]αι ἐπαινο͂σι γνόμας ἀγαθὰς ℎέ[χσοσι]
[περὶ] αὐτο͂ Ἀθε[ν]αῖοι. ἐχειροτόνεσεν ℎο δε͂μος [Μεθον]-
30 [αίο]ς τελε͂ν ℎ[όσο]ν τε͂ι θεο͂ι ἀπὸ το͂ φόρο ἐγίγνε[το ℎὸν]
[τοῖ]ς προτέρο[ις] Παναθεναίοις ἐτετάχατο φ[έρεν, το͂]
[δὲ ἄ]λλο ἀτε[λε͂ς ἐ͂]ναι. v ἔδοχσεν τε͂ι βολε͂ι καὶ [το͂ι δέμ]-
[οι· ℎ]ιπποθο[ντὶς ἐ]πρυτάνευε, Μεγακλείδες [ἐγραμμά]-
[τευ]ε, Νι[κ]ο[․․5․․ ἐ]πεστάτε, Κλεόνυμος εἶπε· Μ[εθοναί]-
35 [οις] εἶν[αι ἐχ]σα[γο]γὲν ἐγ Βυζαντίο σίτο μέχ[ρι ․․․․α]-
[κισχ]ιλίον μεδίμνον το͂ ἐνιαυτο͂ ἑκάστο, ℎοι [δὲ ἑλλε]-
[σπ]οντοφύλακες μέτε αὐτοὶ κολυόντον ἐχσάγεν μ[έτ]-
[ε ἄλ]λον ἐόντον κολύεν, ἒ εὐθυνέσθον μυρίαισι δρ[αχ]-
[με͂ισ]ιν ἕκαστος· γραφσαμένος δὲ πρὸς τὸς ἑλλεσπ[ον]-
40 [το]φύλακας ἐχσάγε[ν] μέχρι το͂ τεταγμένο· ἀζέμιος [δὲ]
[ἔσ]το καὶ ἑ ναῦς ἑ ἐχσάγοσα· ℎοι τι δ’ ἂν κοινὸν φσήφ[ισμ]-
[α π]ερὶ το͂ν χσυμμάχο[ν] φσεφίζονται Ἀθεναῖοι πε[ρὶ β]-
[οε]θείας ἒ ἄ[λ]λο τι προ[σ]τάττο[ν]τες τε͂σι πόλεσι ἒ [περ]-
[ὶ σ]φο͂ν [ἒ] περὶ το͂ν πόλεον, ℎό τι ἂν ὀνομαστὶ περὶ τ[ε͂ς π]-
45 [όλε]ος τε͂[ς] Μεθοναίον φσεφίζονται τοῦτο προσέ[κεν]
[αὐτοῖ]ς, τ[ὰ] δὲ ἄλλα μέ, ἀλλὰ φυλάττοντες τὲν σφετ[έρα]-
[ν αὐτο͂ν ἐ]ν το͂ι τεταγμένοι ὄντον· ℎὰ δὲ ℎυπὸ Περδ[ίκκ]-
[ο ἀδικε͂σ]θαί φασι βουλεύσασθαι Ἀθεναίος ℎοι τι ἂ[ν δο]-
[K]E=I [A)GAQ]O\N EI)=NAI PERI\ *MEQONAI/ON E)PEIDA\N A)PAN[TE/S]-
50 [ο]σ̣ι ἐ[ς τὸ]ν δε͂μον ℎοι πρέσβες [ℎ]οι παρὰ Περδίκκο [οἵ τ]-
ε μετ[ὰ Πλ]ειστίο οἰ[χ]όμενοι καὶ ℎοι μετὰ Λεογό[ρο· τε͂]-
[σ]ι δὲ [ἄλλ]εσι πόλε[σι χ]ρηματίσαι ἐπειδὰν ἐσέλ[θει ἑ]
[π]ρυ[ταν]εία ἑ δευτ[έρα] μετὰ τὰς ἐν το͂ι νεορίοι ἕ[δρας]
[ε]ὐ̣θ[ὺς] ἐκκλεσίαν [πο]έσαντες· συν[ε]χο͂ς δὲ ποε͂ν τ[ὰς ἐκ]-
55 [ε]ῖ ἕ[δαα]ς ἕος ἂν δι[απρ]αχθε͂ι, ἄλλο δὲ προχρεμα[τίσαι]
[το]ύ̣[το]ν μεδὲν ἐὰμ μέ τι οἱ στρατε[γ]οὶ δέοντα[ι. v ἔδοχ]-
[σεν τε͂ι] βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυ[τάνευε, ․]
[․․6․․․]ες ἐγραμμάτε[υ]ε, ℎ[ι]εροκλείδες ἐ[πεστάτε, ․․]
[․․6․․․] εἶπε· ἐπειδὲ ἔ[ταχσαν ℎοι τάκται τε͂σι πόλεσ]-
60 [ι ℎοπόσα]ι̣ Ἀ̣θ̣εναί[οις φόρον φέροσι ․․․․․13․․․․․․]
                          lacuna
[ἔδοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ἀκαμαντὶς ἐπρυτά]-
[νευε, Φαίνιππος ἐγραμμάτευε, ․․․․․․․17․․․․․․․․]
Search Help
Contact Us