[ ]
Delos — ca. 230-220? BC
1 | ἄνθρακας μηδὲ ῥυμοὺς μη[δὲ ξύλα ὃς ἂν μὴ χρῆ]- |
ται τοῖς σταθμοῖς τοῖς ξυληροῖ[ς, μὴ πωλεῖν· μὴ] | |
πριάμενον ἐν Δήλωι πωλεῖν, μηδὲ ὄ[ντα ἐν τῶι] | |
πλοίωι, τούτων μηθὲν πριάμενον· εἰς αὑτὸ[ν] | |
5 | τὴν ἀπογραφὴν ποιησάμενον πωλεῖν· μηδὲ |
ἐπικηρυσσόμενα καθισάμενον πωλεῖν, μη- | |
δὲ τὰ ἀλλότρια ξύλα μηδὲ ῥυμοὺς μηδὲ ἄν- | |
θρακας· μηδὲ ἐξέστω πωλεῖν ἀλλ’ αὐτοῖς τοῖς | |
εἰσάγουσιν, μηδὲ πλείονος πωλεῖν ἢ ὅσου ἂν | |
10 | ἀπογράψωνται πρὸς τοὺς πεντηκοστολό- |
γους μηδὲ ἐλάσονος· ἀπογραφέσθωσαν | |
δὲ καὶ πρὸς τοὺς ἀγορανόμους οἱ εἰσαγαγόν- | |
τες πρὸ τοῦ πωλεῖν ὅσου ἂν ἀπογράψωνται | |
πρὸς τοὺς πεντηκοστ[ο]λόγους· ἐὰν δέ τις | |
15 | παρὰ τὰ γεγραμμένα πωλεῖ, πεντήκοντα |
δραχμὰς ὀφειλέτω, καὶ ἐξέστω εἰσαγγέλ- | |
λειν τῶι βουλομένωι τῶμ πολιτῶν πρό- | |
ς τοὺς ἀγορανόμους· οἱ δὲ ἀγορανόμοι εἰσα- | |
γόντων τὰς εἰσαγγελίας ταύτα〚—〛ς {²⁶ταύτας}²⁶ εἰς τοὺς | |
20 | τριάκοντα καὶ ἕνα ἐν τῶι μηνὶ ἐν ὧι ἂν εἰσαγ- |
γελθεῖ· τὸν δὲ μισθὸν τῶι δικαστηρίωι παρα- | |
βαλλέσθω ὁ εἰσαγγείλας· ἐὰν δὲ ὄφλει, | |
τόν τε μισθὸν ἀποτεισάτω τῶι παραβαλομέ- | |
νωι καὶ τοῦ γεγραμμένου ἐπιτιμίου τὰ δύο | |
25 | μέρη, τὸ δὲ τρίτον μέρος τῶι <δ>ημοσίωι, καὶ οἱ ἀγ[ο]- |
ρανόμοι πραξάτωσαν αὐτὸν δέκα ἡμερῶν ἀφ’ ἧ[ς] | |
ἂν ὄφλει, ἀνεύθυνοι ὄντες· ἐ[ὰ]ν δὲ μὴ δύνωνται, | |
ἐξομόσαντες, προσθέντων αὐτὸν καὶ τὰ αὐ- | |
τοῦ τῶι εἰσαγγείλαντι, καὶ ἀναγράψαντες εἰ- | |
30 | ς τὴν σανίδα οὗ καὶ τὰ λοιπὰ γράμματα παραδό- |
[τ]ωσαν εἰς τὸ δημόσιον τῆι βουλῆι. vac. | |
οἳ δὲ ἀτελεῖς ὄντες εἰσάγουσιν ξύλα ἢ ῥυμοὺ[ς] | |
ἢ ἄνθρακας τὰ πωλούμενα τῶι ξυληρῶι στα- | |
θμῶι ἀπογραφέσθωσαν πρὸς τοὺς ἀγορανό- | |
35 | μους πρὸ τοῦ πωλεῖν ὅσου ἂν μέλλωσι πωλεῖν, |
καὶ μὴ ἐξέστω αὐτοῖς μήτε πλείονος μήτε ἐ- | |
λάσονος πωλεῖν ἢ ὅσου ἀπεγράψαντο· ἐὰν δέ τι- | |
νες μὴ πειθαρχῶσιν τοῖς γεγραμμένοις, οἱ ἀγο- | |
ρανόμοι αὐτοῖς μὴ διδότωσαν μήτε τὰ ζυγὰ μήτε | |
40 | τὰ μέτρα τὰ ἀνθρακηρά, καὶ τοῦ τόπου οὗ ἂν αὐ- |
τοῖς κείμενα ἦι τὰ ξύλα ἢ οἱ ἄνθρακες ἢ οἱ ῥυμοὶ | |
φερέτωσαν τῆι πόλει μισθὸν τῆς ἡμέρας δρα- | |
χμὴν ἕως ἂν ἄρωσιν, καὶ οἱ ἀγορανόμοι πραξάτω- | |
σαν αὐτούς, ἀνεύθυνοι ὄντες. vac. |