[ ] Delos — ca. 250 BC
1 — — — α εγδε — — — — Λ̣․Λ̣Λ̣ —
— — — ς λίθους ․․․ι̣κ[ο]τέρους ․ωι —
— — — ν μέρος τι τῆς οἰκοδομίας ἐξέ[στ]ω αὐτῶι, ἐφ’ [— — — — ἂν]
[τοῦτ]ο̣ συμβῆι, χρῆσθαι ἀνισώμασιν ἐν ἑκάστωι δ[— — — μὴ πλεί]-
5 [οσ]ι ἕξ, μ̣ὴ̣ τιθέντι ἀνίσωμα μηθὲν μῆκος ἔλατ[τον — — — — — —],
[μη]δὲ ταπεινότερον δακτύλων πέντε. ἐργασάσ[θω δὲ τὸ ἔρ]-
[γον] καὶ καθόλου καὶ κατὰ μέρος σύμφωνον ΧΛ̣ΤΟΝΑΥ#⁷ — — —
․․ωγει ὁμολόγως τῶι προϋπάρχοντι ἔργωι, μιλτολογῶν [πᾶσαν]
[τὴ]ν ἐργασίαν καὶ ξέων ὅσα γέγραπται ξοΐδι ἡμι[τ]ριβ̣ε[ῖ — —]
10 ․․ανε․ηκτα καὶ ἐπικόπτων τὰς ἐπικοπὰς πάσας πρὸς [διαβή]-
[τη]ν καὶ κανόνα πληρεῖς, εὐθείας, ἐν ἐπαμοιβαῖς ἧι ἂν Ι — —
․․ τῶι ἔργωι, διαφυλάττων πάντα ὑγιῆ, ἄθραυστα, ἀκόλλ[ητα],
[ἀ]κύρβιστα, ἀκήρωτα. ἐργαζέσθωσαν δὲ πᾶσαν ἡμέρα[ν]
[σ]υνεχῶς τεχνίταις τὸ ἐλάχιστον τέτταρσιν καὶ ὑπηρέται[ς]
15 [κ]αὶ τῆι ἄλληι παρασκευῆι ἱκανῆι. εἰὰν δὲ μὴ ἐργάζηται κα-
[τ]ὰ τὰ γεγραμμένα, μισθούντων οἱ ἱεροποιοὶ τεχνίτας ἀντὶ
[τ]ῶν ἐγλειπόντων, ἀναλίσκοντες ἀπὸ τοῦ ἀργυρίου τοῦ ἐνόντος,
[κ]αὶ ζημιούντων τὸν ἐργολαβήσαντα καθ’ ἕκαστον σῶμα ἑ-
[κ]άστης ἡμέρας δ[ρ]αχμῆι. χρόνος τῶι ἔργωι μῆνες vac.
20 [ἀ]φ’ ἧς ἂν ἡμέρας [λ][βηι] τοῦ ἀργυρίου τὴν πρώτην δόσιν. λήψ[ε]-
[τ]αι δὲ ἐγγυη[τὴ]ν καταστήσας τοῖς ἱεροποιοῖς καὶ τοῖς ἐ-
[πι]μεληταῖς ἀρεστὸν καὶ ἀξιόχρεω κατὰ τὸν νόμον τὸ μὲν
[ἥ]μυσυ τοῦ ἀργυρίου Η̣𐅄 ἔκ̣<σ>φραγισθείσης τῆς συγγραφῆ[ς]·
[τ]οῦ δὲ λοιποῦ τὸ ἥμυσυ π[α]ραδείξας τῶι ἀρχιτέκτονι καὶ τ[οῖς]
25 [ἐ]γδόταις τέλος ἔχον τοῦ ἔργου τὸ ἥμυσυ· τοῦ δὲ λοιποῦ τὸ ἥ-
[μ]υσυ παραδείξα[ς τοῦ λοι]ποῦ [ἔρ]γου τέλος ἔχον τὸ ἥμυσυ·
[τὸ] δὲ λοιπὸν κομι[εῖ]ται παραδε[ίξας] τῶι ἀρχιτέκτονι καὶ τοῖς
[ἐγ]δόταις τέλος ἔχον τὸ ἔργον πᾶν κατὰ τὴν συγγρα-
[FH/]N. E)A\N DE\ MH\ PARADEI/CEI E)N TW=I XRO/NWI TW=I GEG[RAMME/]-
30 [νωι τῶ]ν̣ μὲν ἡμερῶν τριάκοντα, ἐπιφορὰν οἴσ[εται ἑκάστης]
[ἡμέρα]ς δραχμὰς δύο. ἐὰν δὲ μηδὲν τὰ #⁷ —
       — σμένον ὡς γ[έ]γραπται [ἐ]γδο[τ]
       — [τ]ὰ ὑπόλοιπα τῶν ἔργων —
       — [ἀ]ρχιτέκτων κα<ὶ> ὅσωι α —
35         — [ἀργ]υρίου ὑφαιρουμένη̣ —
               — ματος εἰσπραξάμ[ενοι]
           — [πο]ιούμενοι τὴν πρᾶ[ξιν]
               — ἐκ τοῦ ἐγγυη[τοῦ]
Search Help
Contact Us