[ ] Delos — ca. 280 BC
face A                                           — [σε]-
1 [λίδων κλιμ]ακίδων ξυστῆρι λείωι σ̣[— — c.15 — — κα]-
[θὼς ἐξεδώκ]αμεν, καὶ μιλτολογή[σ]α[ς τῶι μακρῶι κανόνι? κα]-
[τὰ τὸ αὐτ]ὸ̣ συνθέτω τὴν ὀροφήν, π[οιούμενος πᾶσαν τὴν ἐπι]-
[μέλειαν] τὴν καθήκουσαν, συνζευγ[νύ]ων ταῖ̣[ς φάτναις, κα]-
5 [θὰ ἐξεθ]ήκαμεν. συνζευξάτω δὲ [καὶ] τὰς γωνιαίας κα̣[ὶ τοὺς]
[στή]μ̣ονας τῶν παραγωνίων φάτ[ναι]ς περιγόμφοις, ὡς ε̣[ἴργασ]-
[τα]ι τὰ τρήματα τῶν γαστρῶν, τόρμ[ους ἀ]πὸ τῶν στημόνω[ν κόψας]
καὶ ἐπιβαλὼγ κατὰ κεφαλὴν κατά[ζευγ]μα πτελέινον, ἐ[νηρει]-
σμένων στημόνων ἐν προσαρμο[γαῖς π]εριγόμφοις ἑκάσ[των. ἁρμο]-
10 σάτω τοὺς γόμφους εἰς τοὺς στή[μον]ας, ὑποκύλους [πίνακας?]
ἀπολαβὼγ χάλικι ἀραρότως κα[ὶ πάντ]η ἴσας ἀπολα̣[βὼν φάτνας],
περόναις χαλκαῖς σταθμὸν ἀγο[ύσαι]ς ἀν’ ὀγδοημόρ[ιον, καὶ τὰς]
κλιμακίδας πάσας τὰς ἄνω καὶ τ[ὰ π]λαίσια καὶ τὰς φά[τνας ․․․]
νίους περιτύλους κρανείνους, ἑκ[άστ]ην τέτταρσιν τα — —
15 πρώτων. θέτω ἕκαστομ πλαίσιον πε[ρὶ γό]μφους· πτελείνο[υς φάτνας]
καταλαβέτω ἐπιόροις ἀραρότως, τιθεὶς [ἐν]αλλὰξ τὰ πλαίσια — —
καὶ τὰς χοινικίδας περιτύλοις κρανείν[οις] καὶ τοὺς πίνακας —
                    vacat
face B.1                                                     — ατ —
[— — — — — — — ἐ]ργασίας ενε — — — — — — — — — — — — — — — — — —
[— — — — — συντε]λέσθηι τὴν δο[κιμασίαν — — —]χ․οι — — αυ — — — — λίου
[— — — ἐγγραψ]άντων εἰς στήλην — — ουα․․ου․․․αρσι․․ρασι․․ας [ἐ]κκλη[σίας]
5 [— — — — — ων] δακτυλιαίων καὶ στη[σ]άτωσαν τὴν στ[ή]λην εἰς τὸ ἱερὸν #⁷ —
— — — — — ων δείξηι. μηνὸς Γαλαξιῶ[νος — — — — ]ο — — — — — ἐμισθώσατο Φανέας
[ἐργάσ]ασθαι κατὰ τὴν συγγραφὴν [πάντ?]α πρὸς τὸ παράδειγμα κλιμακίδας τ[ρεῖς]
[καὶ φάτ]νην δραχμῶν τριακοσίων· [ἔγγυ]ος Ἱερόμ[βρ]οτος Μνησικλέους. τὰς δὲ
[κλιμ]ακίδας τρεῖς καὶ φάτνην μ[ί]αν ἐμισθώσατο Πεισίβουλος [τ]ὴμ φ[άτ]-
10 [νην δραχμ]ῶν τριακοσίων· ἔγγυος Ἀντίγονος Ἀνδρομένους, συνεπαινοῦντος
— — — — — — — — ς. μάρτυρες· Ἀνδρομένης, Σωσίπολις, Ἀντίγονος, Θεόδωρος, Μένυλλος,
[— — —, Ἀρι]στείδης, Δεινομένης, Τελέσανδρος. τοὺς ἐ[γγύ]ους ἐδοκίμασεν ἡ βουλή.
                               vac.
Search Help
Contact Us