[ ]
Delos — 297 BC
| face A.1 | — [τ]αῖς πλί[νθοις?] — |
| — ας· τιθέτω δὲ το[ὺ]ς λίθ[ους — — — — — — —] | |
| — [π]αλαιστάς· καὶ ἀντοικοδομήσει σ̣[τ]ρ̣ῶ̣[μά τε κ]- | |
| [αὶ εὐθυντηρίαν? τὴν ἐπὶ τοῦ στρώματ]ο̣ς φεύγων ἀρτιλιθίαν τὸ ἐλάχιστον ἡμιπόδι[ον, ποιῶ]- | |
| 5 | [ν δὲ τὰς ἕδρας τῆς ἐπιχωρίας πέτ]ρ̣ας τοῖς νομαίοις ὕψος μὴ ἐλάττους ἓξ δακτύλ[ων καὶ] |
| [πάντων ἐργαζόμενος τὰς βάσει]ς καὶ τὰς ἐπιβάσεις καὶ τοὺς ἁρμοὺς ἀποσσφύρας καὶ [ξοΐδ]- | |
| [ος, ποιῶν πάντα ὀρθὰ καὶ σύμμιλ]τα· ἀποδώσει δὲ τὴν ἀντοικοδομίαν ἀεὶ κατὰ γένος [τ]- | |
| [ῶν κειμένων?· θήσει δὲ τὴν κρηπῖδα] ὕψος ὑπὸ τοὺς καταληπτῆρας πρὸς τὰ κλίνη τὰ δοθέ[ν]- | |
| [τα διαψαμμώσας? τὴν ἀντοικ]οδομίαν λείωι κοσκίνωι ἐσση̣μένωι, ἀρεστῶς ποιῶ[ν] | |
| 10 | [τῶι ἀρχιτέκτονι· περιφράξας δὲ] περὶ τοὺς τοίχους καὶ τὰς παραστάδας στήσει κίονα[ς] |
| [τέτταρας ὕψος ποδῶν τεττάρ]ων καὶ δέκα σὺν κιοκράνωι, πά[χ]ος τῆς βάσεως ποιῶν | |
| [δίποδας καὶ τοὺς σφονδύλους] μὴ ἐλάττους δύο πόδας· ἐπιθήσει δὲ τὰ κιόκρανα ἐπὶ τ- | |
| [οὺς κίονας ὅπως ἂν καὶ? τὸ ἐ]πισστύλιον {²⁶ἐπιστύλιον}²⁶ ἐπιθήσηι κύκλωι· ἐπὶ δὲ τοῦ ἐπισστυλίου {²⁶ἐπιστυλίου}²⁶ τοῦ | |
| [ἐπὶ τοίχου? ἐπιθήσει μετόπια?] ἔξωθεν λιτά· κατὰ δὲ τὰς παραστάδας καὶ τὸν κίονα ἕ̣[κ]- | |
| 15 | [αστον ἐπιθήσει ἐπιστύλιον δ]ωρ̣ικόν, πλάτος τῶν ἐπισστυλίων πάντων τριημιπόδια [κα]- |
| [ὶ πέντε δακτύλους, λίθων δὲ συμ]φώ[νων] ὧν ποήσει πάχος εἰς τὸ ἐντὸς τρεῖς παλαστ[ὰ]- | |
| [ς ἐπιθήσει ἐπ’ αὐτοῦ? συνθέσ]ε̣ις τριγλύφου καὶ μετοπίου· ἀντιθήσει δὲ τ[ῆ]ι τριγλύφωι ἀ[ν]- | |
| [τίθημα ὕψος καὶ πλάτος ἁρμό]ζ̣ον, μῆκος μὴ ἐλάττοσιν λίθοις χρώμενος διπόδων· [θε]- | |
| [ὶς δὲ ἐγγωνίαι? ἑκατέρωθεν? λίθ]ον διάτροχον ἔχοντα τὸν κόσμον τὸν αὐτὸν ἀπ[ὸ] μ̣ε̣τ̣[οπί]- | |
| 20 | [ου καὶ τριγλύφου? μῆκος ἴσον] τοῖς ἑτέροις, πλάτος δύο ποδῶν παλαι<σ>τῆς, ὕψος τ̣ρι[ημ]- |
| [ιπόδιον, λίθους γείσου ἐπιθή]σει, μῆκος καὶ πλάτος τρίποδας δύο δακτύλων, ἀναφ̣ο̣ρ̣- | |
| [ὰν ποιῶν τὴν καθήκουσα]ν τῶι γείσωι πρὸς τὰ μέτρα τὰ δοθέντα παρὰ τοῦ ἀρχιτέκτονος· τὰ [δὲ] | |
| [ὄπισθεν γεῖσα ἐπιθήσε]ι τρία μὲμ μῆκος πενθημιπόδια, τ̣ὸ δ’ [ἓ]ν τριῶν ποδῶν· τὰ δὲ γ̣ω̣- | |
| [νιαῖα ποήσει ἀμφότερα? ἔ]χουσα τὸ ἑκάτερον μέρος τριῶν ποδῶν καὶ ἡμιποδίου· τὰ δὲ ἀ̣γ̣ε̣λ̣- | |
| 25 | [αῖα ἐπὶ τοὺς μακρο]ὺς τοίχους ποήσει μῆκος μ̣ὴ̣ [ἐλ]άττω διπόδων, π[ά]χος τοῦ ἔ̣μ̣- |
| [προσθεν ἡμιπόδιον καὶ π]λάτος ἑπτὰ παλαι̣στάς· [φυγ]ὼν δὲ ἀρτιλιθίαν τὸ ἐ[λ]άχιστ[ο]ν τρὶς πα- | |
| [λαιστὰς ποήσει τῶν ἑτέρων] γείσων πλάτος πενθημι[π]ό[δια, πλά]τος τοῦ κόσμου παντὸς συ[γ]- | |
| [κειμένου πενθημιπόδια καὶ] τρὶς δάκτυλοι· ἐπικόψας δὲ τὸ [γεῖσ]ον κύ[κλ]ωι ὀρθὸν πρὸς τὴν κ[α]- | |
| [ταφορὰν τὴν καθήκουσαν], ἀνο[ί]ξει τοὺς ἀετοὺς ἐπ[ὶ τὸ] ἔνπροσθεν γεῖσον καὶ ἐπὶ τὸ | |
| 30 | ὄπισθεν ἐπιτιθεὶς ἡγεμ]ονίους μὲν μέσου μῆκος τετράποδας, ὕψος κατὰ μέσους |
| [τριημιπόδια, κερκιδιαίους δὲ μ]ῆκος πεντάποδας, ὕψος πρὸς τὴν καταφορὰν τοῦ ἀετοῦ, πάχο- | |
| [ς πάντων τριπαλάστους· τὰ δὲ μ]έσα τῶν ἀετῶν ἐκ τοῦ ἐντὸς ἐνκοιλαινέτω μὴ ἐλ- | |
| [άττω — — — — — — — —· καὶ πρὸς τ]οὺς κειμένους ἀντιθήσει ἐκ τοῦ ἐντὸς λίθους τ- | |
| [ρεῖς — — — — — — — — — — —, τ]ὰ δὲ πάχη τριπαλάστους, ἐκκοιλαίνων τὰ μέσα μ- | |
| 35 | [ὴ ἐλάττω — — — — καὶ κατὰ μέσου] τἀντιθήματος ἐκτεμεῖ τῶι μελάθρωι πρὸς τὸ μέτρο- |
| [ν τὸ δοθέν· ἐπικόψας δὲ τοὺς αἰετιαί?]ους πρὸς τὴν καταφορὰν τὴν δοθεῖσαν, ἐπιθήσει γε- | |
| [ῖσα ἐφ’ ἑκατέρου τοῦ ἀετοῦ πέντ]ε ε<ἰ>ργασμένα πρὸς τὰ μέτρα καὶ τὴν ὑπογραφὴν τὴν | |
| [δοθεῖσαν, ποιῶν μὲν τὸ μῆκος? τῶν ἀγε]λαίων ἑκάστου τρεῖς πόδες παλαιστῆς, τὰ δὲ κ[ο]- | |
| [ρυφαῖα ποιῶν πρὸς τὰ μέτρα τὰ δοθέντ]α· ἐπὶ δὲ τῶν γείσων τῶν καταετίων ἐπιθέ- | |
| 40 | [τω ἐπαιετίδας καὶ λεοντοκεφάλους ἐγ γ]ωνίαι καὶ ἐπὶ τοὺς μακροὺς τοίχους κεραμ- |
| [ίδας λεοντοκεφάλους? εἰργασμένας κατὰ] τὰς ὑπογραφὰς τὰς δοθείσας ὑπὸ τοῦ ἀ- | |
| [ρχιτέκτονος· ξύσει δὲ? πάντων τ]ῶν αἰ[ετιαίω]ν τὰς μὲν βάσει<ς> καὶ ἐπιβάσεις καὶ τοὺς | |
| [ἁρμοὺς ἐργάσεται? ξοΐδι ἐφη]κονημένη̣[ι ἐκ] χλωροῦ ἐπὶ τρὶς δακτύλους κύκλωι τρίβον- | |
| [τας, ποιῶν ὅσα ἂν? ὁ ἀρχιτέκτ]ων κε<λ>εύη̣[ι, ἐπὶ] δὲ τοῦ κόσμου παντὸς ἁρμοὺς ἐξοξ- | |
| 45 | [έων — — — — — — — — — — — — — — — πο]ιῶν ἀρεστῶς [τῶ]ι ἀρχιτέκτονι· τοὺς δὲ τῆς κρηπῖδος καὶ |
| [τῶν καταληπτήρων? ἐξ ἐλ]αίου καὶ μολυβδίο[υ ἐ]ξοξέων τοὺς φαινομένους πάντα[ς] | |
| [ἐπιδείξει? πάντα λειστρίωι ἐ]φηκονημένωι ξύων [σύ]μμιλτα, ποιῶν ἀρεστῶς τῶι ἀρχιτέκτονι. | |
| vac. | |
| face B.1 | — αν κα — |
| — τωι καὶ τ — | |
| — [καθ]άπερ καὶ Ι — | |
| — ει καὶ ἀσυλία [ἐν Δήλωι καὶ αὐτ]οῖς καὶ ἐ[ργάταις] | |
| 5 | [καὶ σκεύεσι — — — — — καὶ ὅσα ἂν ἐξά]γωσιν ἢ εἰσάγω[σιν ἐφ’ ἑαυτῶν χ]ρείαι, καὶ ὅτ[αν συντ]- |
| [ελέσθηι τὸ ἔργον, ἐξέστω ἐξαγαγέσθ]αι τὰ αὑτῶν ἐπὶ τ[ῆι αὐτῆι ἀτελεί]αι ἐν τριάκοντα ἡ[μ]- | |
| [έραις ἐπειδὰν] δοκιμασθῆι τὰ ἔργ[α· π]οησάτω δὲ καὶ στ[ήλην τῆι συγγρα]φῆι καὶ ἀναγραψάσθ- | |
| [ω καὶ στήσηι ἐς] τὸ ἱερόν, ὅταν οἱ ἐπιστάται κ[ε]λεύωσιν· ἔσται δὲ ἐς [μὲν τὸ ὕψος] τετράπους, πλάτ- | |
| [ος τρι]ημιπόδιος, πάχος πέντε δακτ[ύλω]ν· ὠνείσθωι δέ, κα[θότι εἴπο]μεν, ἑνὶ τιμήμα- | |
| 10 | [τι π]ᾶν τὸ ἔργον· ὀρύξει δὲ τοῦ θεμελί[ου] τὸ βάθος τρεῖς πόδα[ς· ἐὰν δὲ ἔλ]αττον ὀρύντ- |
| [ηι, ἀ]φαιρήσομεν ἀπὸ τῆς ὀργυᾶς ἑκάσ[τη]ς ἔξωθεν μετρού̣[μενοι δραχ]μὰς δέκα· | |
| [καὶ] ἐὰμ πλέον ὀρύττ[ηι], προσθήσομεν κατ[ὰ τ]αὐτά. ἐπὶ Πυρρίδου ἄ[ρ]χοντο[ς, μη]νὸς Παν- | |
| [ήμ]ου ἕκτει ἀπιόντος, ἠργώνησε Νίκων Νικοκλέους, Νικήρατος Σωσιπόλι[ο]ς, Σῖμ- | |
| [ος] Νικαγόρου Σύριοι τρισμυρίων τριακοσ[ί]ων. ἔγγυοι· Μένανδρος Πραξι[μέν]- | |
| 15 | [ου]ς, Διόδοτος Φάνου, Παρμενίων Πολυξένου, Γέρυλλος Π[ύθ]ωνος, <— —> Σιμίου, Ἐγ․- |
| ․․․κ̣κος Ἄμνου, Προστάτης Γλαυκιάδου. [μ]άρτυρες· ὁ ἄ[ρχων] Πυρρίδης. βουλευ[τ(αί)]· | |
| [Ὀλ]υνπιόδωρος Ἑλικάνδρου, Αὐτοκράτης Μνήσιος, Ἀντίγ[ονος Τιμο(κράτου)], Ἐπιθάλης Ἀρ[ι(στοδίκου)], | |
| [Ἀντί]γονος ∶ Κριτο(βούλου) ∶ Ἀντίπατρος ∶ Δημητρί(ου). ∶ ἀγορα[ν]όμοι· ∶ Φᾶ[νος Διοδότου] ∶ Γλαῦκος Σκύλ(ακος) ∶ | |
| [Ἐμμέ]νης ∶ Ζη(νοθέμιδος) ∶ ἰδιωτῶν· Εὔδημος ∶ Προστάτης ∶ Θεόδωρος ∶ Ἀπ̣[ολλόδωρος ∶ —]ίπολις | |
| 20 | — — — — —ιος ∶ Αὐτοκλῆς, Τελέσων, Παρμενίων, Ἀντίγονος, Π— —. |
| vac. |