[ ] Delos — ca. 192 BC
1 ἐμισθώσ[α]μεν δὲ καὶ [τὰς][ε]ρὰς ο̣ἰ̣κί̣ας καὶ ἐμ[ι]-
σθώσαν[τ]ο εἰ[ς] τὴν πενταετί̣α̣ν· τὴν Ἐπισθέ-
νειαν Ξενομήδης Ἀριστολόχου Η𐅃̣· ἔγγυος Λάμ̣-
π[ρ]ων [Ν]ικάνδρου· τὴν ἑξῆς Τηλέμνηστος Ἀ-
5 [ριστεί]δου 𐅄Δ· ἔγγυος Πρωτόμαχος Ἀριστείδου·
[τὴν Π]υθᾶ Φίλλις Εὐθυπόλιδος 𐅄ΔΔ· ἔγγυος Διάτι-
[μος] Διοδότου· τὴν Ἀριστοβούλου Πύρρος πορφυροβά-
[φος] ΗΔΔ· ἔγγυος Διογένης Διογένου· τὴν Ἐφέσου
[Ξ]ενοκλείδης Ἀνδρομένου ΗΔ𐅃𐅂· ἔγγυος Γέρυλ-
10 λος Καρυστίου· τὴν Σωσιλείαν Ὄστακος Ὀστά-
κου ΗΔΔΔ𐅂𐅂𐅂· ἔγγυ̣ος Ἀπολλώνιος Φοῖνιξ· τὴν ἑ-
ξῆς Σωτέλης Σωτέλου 𐅄ΔΔΔΔ𐅂· ἔγγυος Χοιρύ-
λος Τελεσάνδρου· τοὺς ἀνδρῶνας Ἀγάθαρχος
Λυσαγόρου Η𐅄ΔΔΔΔ· ἔγγυος Ποσείδικος Σωτέ-
15 λου· τὴν ἐξῆς Ἄμνος Ἱερομβρότου 𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂· ἔγ-
γυος Πολύ[β]ουλος Φωκαιέως· τὴν ἑξῆς Ἔνπε-
δος Διογένου 𐅄Δ𐅃̣· ἔγγυος Ξένων Φερεκλείδου·
τὸν ξυλῶνα τὸν ἑξῆς Ἀπολλόδωρος Ἄμνου 𐅄
Δ𐅂· ἔγγυος Κρ̣ίνων Θ̣εομήδου· τὴν ἐπὶ τῶι <Β>ρέ-
20 μητι Νουμήνιος διδάσκαλος 𐅄ΔΔ𐅂𐅂𐅂· ἔγγυος
Κλεοσθενίδης Ῥάδιος· τὴν ἑξῆς Σάτυρος Ἀμ-
φικλέους Η𐅄· ἔγγυος Ἀντίγονος Χαριστίου·
τὴν Ἀρκέοντος Τελεσαρχίδης Κτησικλέ-
ους 𐅄· ἔγγυος [Ἐ]πικτήμων Μηλίκου· τὴν πρὸ-
25 ς τῶι σιδηρείωι Δημέας Σιλ̣[(ήνου)] 𐅄· οὐ καθιστά[ν]-
τος δὲ τοὺς ἐγγύους̣, ἀνεμισθώσαμεν καὶ
ἐμισθώσατο Ἐπικτήμων Μηλίκου <ΔΔΔ𐅃𐅂>· vac.
ἔγγυος Ἀριστείδης Τ<ε>λέσωνος· τὴν Προκλέου[ς]
Φωκίων Κλεοκρίτου 𐅄ΔΔΔ· ἔγγυος Ἀντίγονος
30 Χαριστίου· τὸ [δ]ὲ λοιπὸν ὧι ἔλαττον εὗρεν ἡ οἰ-
κία ἡ πρὸς τῶι {Βρέμητι} ἐγγράφομεν ὀφείλοντα Δ|ημέαν Δ|〚—〛𐅂𐅂𐅂𐅂.
ἀπεχρησάμεθα δὲ ἀ̣φ̣’ ὧν ἐπριάμεθα εἰς τὸ
ἐκκλησιαστήριον κελεύοντος ἀρχιτέ-
κτονος ξύλα ΙΙΙ ἃ ἐπριάμεθα παρ’ Εὐκτήμο-
35 νος· καὶ κεραμίδας ἐπὶ τὸ ἐκκλησιαστήρι-
[ον] ΔΔΔΔΙΙΙΙ· καὶ ἐπὶ τὸν νεὼ τοῦ Ἀπόλλωνος 𐅄
[ΔΔ]𐅃̣Ι· ἐπὶ τὸ Θεσμοφόριον ΔΔΔΙΙΙ· ἐπὶ τὸ Ἀσκλη-
πιεῖον ΔΔ𐅃ΙΙ· ἐπὶ τὸ Φιλαδέλφειον Δ𐅃· ἐπὶ τὰς
Γ̣ραφὰς τὰς ἐν τῶι ἐκκλησιαστηρίωι καὶ τὰς
40 Κ̣ωλ̣ώτ̣ου̣? ΔΔΔ𐅃 καὶ τὰ γείση. vac.
παρελάβομεν δὲ παρ’ ἱεροποιῶν Ξενοκλεί-
δου καὶ Παρμενίωνος κεραμίδας ἐν τῶι Π․-
․․․․․Ι· ἐν τῶι Ἀνδρίων Η𐅄̣Δ̣ καλυπτῆρας ΔΔ
[․․․․․ μ]ελάθρων κλάσματα Η· σφῆκας ἐνι-
45 ․․․7․․․Ι μικροὺς καὶ μεγάλους ΔΔ𐅃Ι· λίθους
․․․8․․․․ πρὸς τῶι ἐκκλησιαστηρίωι 𐅃̣ κα̣?—
[․․․8․․․․ πα]ραστάδας ΙΙ· καὶ ξύλα τὰ ἀγο-
[ρασθέντα παρὰ? — — —] δωδεκαπήχη ΙΙ· ἄλλ[α]
                   — [δεκ?]άπηχυν̣ ἐν̣ τ̣ῶ[ι]
50                              —τι καὶ ἐν τ̣ῶ[ι]
                                    — τ̣ην —
Search Help
Contact Us