[ ] Delos — 207 BC
face A.1 [καὶ τ]άδε ἔργα ἐξέδομεν, ψηφισαμένο[υ το]ῦ δήμου μετὰ τῶν ἐπιμελητῶν καὶ τοῦ ἀ[ρχιτέ]κτονος Γόργ̣ου. Δεξιθέωι ἐργ[ολα]-
[βή]σαντι τὰ πεπτωκότα τῆς ὀροφῆς [τοῦ ν]ε̣ωρίου κατασκευάσαι ΗΔΔΔΔ· ἔδομεν π[ρώτην] δόσιν 𐅄ΔΔ, δευτέραν ΔΔΔΔ𐅃𐅂Ι[ΙΙΙ, τὸ λοι]-
[πὸ]ν ἀπέδομεν συντελέσαντι ἀρχιτέκτονος κελεύοντος ΔΔ𐅂𐅂𐅂ΙΙ. Θόαι ἐργολαβήσαντι ἐπισκευάσαι τὰ χαλκία τὰ [πεπο]-
νηκότα 𐅄ΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙΙ ἔδομεν πρώτην δόσ[ιν ΔΔ]ΔΔ, τὸ δὲ λοιπὸν ἀπέδομεν συντελέ[σαντι ἀρχ]ιτέκτονος κελεύοντος ΔΔΔ[Δ𐅂]𐅂𐅂𐅂ΙΙ[ΙΙ].
5 Διονυσίωι καὶ Φέλυι ἐργολαβήσασιν [οἰκο]δομῆσαι τοῦ περιβόλου τοῦ Πουλυδά[μα]ντος τοὺς τοίχους τοὺς πεπτωκότας, τὴν
ὀργυὰν Δ𐅃𐅂𐅂𐅂, ἔδομεν πρώτην δόσιν ὀργυ[ῶν] Δ δρα. Η𐅄ΔΔΔ, τὴν δευτέραν ΗΔΔ ἀφηιρη[μέ]νου τοῦ ἐφέκτου, τὸ δὲ λοιπὸν συντελέσασιν
καὶ ἀπομετρήσασιν ἀπέδομεν κελε[ύον]τς ἀρχιτέκτονος 𐅄Δ, καὶ τῆς ἀπογε[ι]σώσεως πήχεων ΗΔΔ𐅃ΙΙΙΙ κελε<ύ>οντος ἀρχιτέκτ[ο]-
νος ΗΔΔ𐅃𐅂𐅂𐅂𐅂. Φίλλι ἐργολαβήσαντι τὰ ἐ[πισ]τύλια καὶ τὰς δοκοὺς τὰς ἐπάνω ἐ[ρ]γάσασθαι καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Πο-
σιδείωι ΧΗΗΗΔ ἔδομεν πρώτην δόσιν [ΗΗ]ΗΗΔΔΔ𐅃𐅂ΙΙΙΙ, δευτέραν ΗΗΗΗΔΔΔ𐅃𐅂ΙΙΙΙ, τρίτ[η]ν ΗΗΔ𐅃𐅂𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδο-
10 μεν κελεύοντος ἀρχιτέκτονος ΗΗΔ𐅃𐅂𐅂[𐅂Ι]. Καλλικράτηι ἐργολαβήσαντι δοκοὺς ἐ[ρ]γάσασθαι ΔΔΔ𐅃ΙΙΙ καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς
τῶι Ποσιδείωι 𐅅ΗΗ𐅃𐅂𐅂𐅂𐅂ΙΙ ἔδομεν πρώτην δόσιν ΗΗΔΔΔ𐅃𐅂ΙΙ𐅁//, τὴν δευτέραν ΗΗΔΔΔ𐅃𐅂ΙΙ𐅁//, τὴν τρίτην ΗΔ𐅃𐅂𐅂𐅂Ι𐅀/, τὸ δὲ λοιπὸν ἀπέδομε[ν]
κελεύοντος ἀρχιτέκτονος ΗΔ𐅃𐅂𐅂𐅂Ι𐅀/. Πυρράκωι ἐργολαβήσαντι δοκοὺς ἐργάσασθαι ΔΔΔΔ𐅃 καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Πο-
σ[ι]δείωι 𐅅[Η]ΗΔΔΔ𐅃 ἔδομεν πρώτην δόσιν ΗΗΔΔΔΔ𐅃, τὴν δευτέραν ΗΗΔΔΔΔ𐅃, τρίτην ΗΔΔ𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν
κελεύοντος ἀρχιτέκτονος ΗΔΔ𐅂𐅂ΙΙΙ. Φιλοξένωι ἐργολαβήσαντι τὰ ἐπιστύλια κατασκευάσαι τῆι ὑπολαμπάδι τῆς στοᾶς τῆς
15 πρὸς τῶι Ποσιδείωι καὶ τὰ ἄλλα καθὰ ἐξεδόθη ΧΗΗ ἔδομεν πρώτην δόσιν ΗΗΗΗ, δευτέραν ΗΗΗΗ, τρίτην ΗΗ· τὸ δὲ λοιπόν, τοῦ ἀρχιτέ-
κτονος [ἐ]πιτ[ιμή]σαντος διὰ τὸ μὴ συντελέσαι τὰ ἔργα κατὰ τὴν συγγραφήν, οὐκ ἀπέδομεν ΗΗ. Σατύρωι ἐργολαβήσαντι τὰς δο-
κοὺς τὰς τῆι ὑπολαμπάδι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ἐργάσασθαι καὶ τὰ ἄλλα καθὼς ἐξεδόθη 𐅅ΗΗΗΗ𐅄ΔΔΔΔ𐅃𐅂𐅂ΙΙΙ ἔδο-
μεν πρώτην δόσιν ΗΗΗΔΔΔ𐅂𐅂ΙΙΙ, δευτέραν ΗΗΗΔΔΔ𐅂𐅂ΙΙΙ, τρίτην Η𐅄Δ𐅃𐅂Ι𐅁, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν κελεύοντος ἀρχι-
τέκτονος Η[𐅄Δ]𐅃𐅂Ι𐅁. Κτησιφῶντι ἐργολαβήσαντι ἐργάσασθαι παραστάδας τῆς ὑπολαμπάδος τῆι στοᾶι τῆι πρὸς τῶι Ποσιδείωι
20 καὶ τὰ λοιπὰ καθὰ ἐξεδόθη ΧΗΔ 〚— —〛 <ἔδο>μεν πρώτην δόσιν 𐅅𐅄, δευτέραν ΗΗΗ, καὶ τρίτην Η𐅄ΔΔ𐅃𐅂𐅂· τὸ δὲ λοιπόν, τοῦ ἀρχιτέκτονος ἐπιτιμή-
σαντος, οὐκ ἀπέδομεν 𐅄ΔΔΔ𐅂𐅂𐅂. Πραξικλῆ[ι] ἐργολαβήσαντι κατασκευάσαι κεραμίδας Χ𐅅 ἐπιζύγους ὥστε τῆι στοᾶι τῆι πρὸς
τῶι Ποσιδείωι, τὸ ζεῦγος ΙΙΙΙΙ𐅁, ἔδομεν πρώτην δόσιν 𐅅ΗΗΗΗΔ𐅃𐅂ΙΙΙΙ, τὸ δὲ λοιπὸν ἀπέδομεν ἀγαγόντι κεραμίδας τὰς πάσας ΧΗΗ
ΗΗ𐅄 ἀρχιτέκτονος κελεύοντος ΗΗΗΗΔ𐅂𐅂ΙΙΙ. Ἡρώδηι ἐργολαβήσαντι κατασκευάσαι κεραμίδας χιλίας ἢ πλείους ἐπιζύγους
τῆι στοᾶι [τῆι] πρὸς τῶι Ποσιδείωι, τὸ ζεῦγος 𐅦, ἔδομεν πρώτην δόσιν ΗΗΗΗΔΔ𐅃𐅂ΙΙΙΙ, τὴν δευτέραν ΗΗΗΔΔ𐅃𐅂𐅂ΙΙΙΙ· τὸ δὲ λοιπὸν ἀπ[έ]-
25 δομεν ἀγα[γ]όντι κεραμίδας τὰς πάσας Χ𐅄Δ ἀρχιτέκτονος κελεύοντος ΗΔΔ𐅃𐅂𐅂𐅂𐅂. Σωτηρίδει ἐργολαβήσαντι ἐνκαῦσαι πίνακα[ς]
ΗΔΔ τῆι ὑπο[λ]αμπάδι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι δρα. ΗΗΗΗΔΔ𐅃〚——〛𐅂𐅂𐅂 ἔδομεν πρώτην δόσιν ΗΗΔ𐅂𐅂𐅂𐅂, δευτέραν Η𐅄· τὸ δὲ λοιπόν,
τοῦ ἀρχιτέκτονος ἐπιτιμήσαντος διὰ τ[ὸ] μὴ συντελέσαι κατὰ τὴν συγγραφήν, οὐκ ἀπέδομεν 𐅄Δ𐅂𐅂𐅂𐅂· Νίκωνι ἐργολαβήσαν[τι]
γράψαι τ[ὴ]ν ὀροφὴν τῆς ὑπολαμπά[δ]ος τῆ[ι] <στοᾶι τῆι> πρὸς τῶι Ποσιδείωι ΗΗΗΗ ἔ[δ]ομεν πρώτην δόσιν ΗΗ, δε<υ>τέραν ΗΔΔΔ𐅂𐅂𐅂ΙΙ, τὸ δὲ λοιπὸν [ἀ]-
πέδομ[εν] συντελέσαντι ἀρχιτέκτονος κελεύοντος 𐅄Δ𐅃𐅂ΙΙΙΙ. Δεξιθέωι ἐργολαβήσαντι θύρας κατασκευάσαι καὶ ἐπιθεῖν[αι]
30 ἐπὶ τὴν εἴσοδον τοῦ Ἀφροδισίου ΔΔ𐅃 ἔδομεν πρώτην δόσιν Δ𐅃𐅂ΙΙΙΙ, καὶ τὸ λοιπὸν ἀπέδομεν συντελέσαντι κελεύοντος ἀρχιτ[έ]-
κτονος [𐅃]𐅂𐅂𐅂ΙΙ. Πυρράκωι ἐργολαβήσαντι κεραμῶσαι τὴν ὑπολαμπάδα τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ΗΗ𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂 ἔδ[ο]-
μεν πρώτην δόσιν ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ, δευτέραν ΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ, τὸ δὲ λοιπὸν συντελέσαντι ἀπέδομεν ἀρχιτέκτονος κελεύοντο[ς]
δρα. 𐅄. Σατύρωι ἐργολαβήσαντι κεραμῶσαι τῆς στοᾶς τῆς πρὸς τῶι Ποσ[ι]δείωι μεταστύλια ἓξ ψιλοκεράμωι ΔΔΔΔ ἔδομεν πρώτην δό-
σιν ΔΔ, τὸ δὲ λοιπὸν ἀπέδομεν συντελέσαντι κελεύοντος ἀρχιτέκτονος ΔΔ. Διεῖ ἐργολαβήσαντι τὸν Ἰνωπὸν ἐκκαθᾶραι 𐅄Δ ἔδομε[ν]
35 πρώτην δόσιν ΔΔΔ, τὸ δὲ λοιπὸν ἐκκαθάραντι ἀπεδώκαμεν κελεύοντο[ς] ἀρχιτέκτονος ΔΔΔ. vac.
[κ]αὶ τάδε ξύλα ἠγοράσαμεν ὀξύινα καὶ δρύινα καὶ τὰ ἐνλείποντα καὶ καλαμῖδας εἰς τὴν στοὰν τὴν πρὸς τῶι Ποσιδείωι καθ[ὰ] ἐψ[η]-
φίσατο ὁ δῆμος καὶ συνέτασ〚—〛σεν {²⁶συνέτασσεν}²⁶ ὁ ἀρχιτέκτων· παρὰ Ἀριστοφάνου ξύλα ὀξύινα 𐅄Δ𐅃 ἀνὰ 𐅂𐅂𐅂, τιμὴ Η𐅄ΔΔΔΔ𐅃· παρ〚—〛ὰ {²⁶παρὰ}²⁶ Σατύρου ἓν 𐅂𐅂𐅂, ἄλλα δ[ύο]
𐅃𐅂· παρὰ Δημέου σφηκίσκους Δ ἀνὰ Δ𐅂𐅂𐅂ΙΙΙ, τιμὴ ΗΔΔΔ𐅃· παρ’ Ἱερομβρότου δρύινα ΔΔΔΔ𐅃 ἀνὰ 𐅃𐅂𐅂ΙΙΙ, τιμὴ ΗΗΗΔΔΔ𐅃𐅂𐅂ΙΙΙ· παρὰ τῶν πεντηκοστολ[ό]-
γων σφηκίσκους ΔΔ𐅃ΙΙΙΙ ἀνὰ Δ𐅂𐅂𐅂𐅂, τιμὴ ΗΗΗΗ𐅃𐅂· παρὰ τῶν ἐπιτρόπω<ν> τῶν Ἀρισταγόρης σφηκίσκους ΔΔ𐅃ΙΙΙΙ ἀνὰ Δ𐅂𐅂𐅂𐅂, τιμὴ ΗΗ[Η]Η𐅃𐅂· παρὰ Σω[τηρί]-
40 χου σφηκίσκους 𐅃ΙΙ ἀνὰ Δ𐅂𐅂𐅂𐅂ΙΙΙΙ, τιμὴ Η𐅂𐅂ΙΙΙΙ, καὶ δεκα[π]ήχη 𐅃 ἀνὰ Δ𐅂ΙΙΙΙ, τιμὴ 𐅄𐅃𐅂𐅂𐅂ΙΙ· παρὰ Καλλιστράτου σφηκίσκους 𐅃ΙΙΙΙ, τιμὴ 𐅄ΔΔΔΔ, καλαμ[ῖδας]
παρὰ Δημέου καὶ Διόννου ΗΔΔΔ, τιμὴ ΗΔΔΔ.  vac.
[κ]αὶ τάδε ξύλα παρελάβομεν μετὰ τοῦ ἀρχιτέκτονος καὶ τῶν ἀνδρῶν τῶν αἱρεθέντων· τὰ ἀγορασθέντα παρ’ Ἡρακλείδου τὰ πάντα — —·
καὶ ἃ ἡμεῖς ἠγοράσαμεν κατὰ τὸ ψήφισμα τοῦ δήμου, σφηκίσκους σὺν τοῖς δεκαπήχεσιν 𐅄ΔΔΔ〚—〛𐅃ΙΙΙΙ· καὶ ὀξύινα 𐅄Δ𐅃ΙΙΙ· καὶ δρύινα Δ[ΔΔΔ𐅃· καὶ]
ἃ παρελάβομεν παρ’ ἱεροποιῶν Ἐλπίνου καὶ Λυσάνδρου ξύλα 𐅄𐅃ΙΙΙΙ. τούτων ἐδώκαμεν, παρόντος καὶ κελεύοντος τοῦ ἀρχιτέκ[τονος]
45 Γόργου, τοῖς ἐργολαβήσασιν κατασκευάσαι τὰ ἐπιστύλια καὶ τὰς δοκοὺς ἐργάσασθαι καὶ ἐπιθεῖναι τῆι στοᾶι τῆι πρὸς τῶι Ποσιδείωι
τὴν ὑπολαμπάδα Φίλλι, Καλλικράτηι, Πυρράκωι, Φιλοξένωι, Σατύρωι· ξύλα τῶν παρ’ Ἡρακλείδου ἀγορασθέντων ΗΔΔΔΙ̣, καὶ σφηκίσκου[ς]
σὺν τοῖς δωδεκαπήχεσιν 𐅄ΔΔΔΙΙΙΙ, καὶ τὰ ὀξύινα εἰς τοὺς γόμφους, καὶ τὰ δρύινα εἰς τὸν τρύφακτον, καὶ ἃ παρε[λ]άβομεν παρ’ Ἐλ[πί]-
νου καὶ Λυσάνδρου. τὰ δὲ περιγενόμενα ξύλα τῶν ἀγορασθέντων παρ’ Ἡρακλείδου τῶν μεγάλων ἃ κεῖται ἐν τ[ῆι] στοᾶι ΔΔΙΙ καὶ 〚— —〛 —
καὶ σφηκίσκους ΙΙΙΙ, καὶ καλαμῖδας ἐν τῶι Πυθίωι 𐅄Δ𐅃ΙΙΙ, καὶ κεραμίδας Χ παρεδώκαμεν ἱεροποιοῖς Ἀπολλοδώρωι καὶ Κλεοσ[τρά](τωι).
50 καὶ τάδε παρελάβομεν παρ’ Ἐλπίνου καὶ Λυσάνδρου· θυμιατήριον Εὐμαρίδα· λιβανωτίδα ἐπιγραφὴν ἔχουσαν· θε[οῦ]· κύαθον ἀπὸ τῆς [ἐλά]-
φου· στατὸν ἀπὸ τοῦ εὑρεθέντος ἀργυρίου· σκύφον Εὐκράτου· ἀρυσᾶν ἕνα· σκάφιον Παταίκου φιάλην Ῥανίδος· κρα[τῆ]ρα ἀργυροῦν ἀ[πὸ]
τοῦ ὠτὸς ἑκατέρου χηνίσκον ἀποκεκλασμένον καὶ τὸν κόσμον τοῦ ἑνὸς ὠτός· τρίποδα περιηργυρωμένον· θυμιατήριον Βο[υ]-
λομάγας· τράπεζαν περιηργυρωμένην· δίσκου [κ]λάσματα τρία· περόνας χαλκᾶς δύο. καὶ φιάλας· ἐπὶ Σωτίωνος Πτολεμαι-
είων· ἄλλην Πτολεμαιείων, Στρατονικείων, Νικολαείων, Ἀτταλείων, Ἀντιγονείων, Δονακείων· ἄλλην Ἀντιγονείων·
55 ἐπ’ Ἀπολλοδώρου Μαψιχιδῶν· ἐπὶ Τλησιμένου Σωπατρείων· ἐπὶ Σωτίωνος Φιλεταιρείων· ἐπὶ Φίλωνος Δημητριείων· ἄλλην
Στρατονικείων· ἐπὶ Τ<λ>ησιμένου Ἀντιγονείων· ἄλλην Δημητριείω[ν]. ~ ἐν τῶι τοῦ Ἀπόλλωνος· ἐπὶ Φίλωνος Θυεσταδῶν καὶ Ὠ-
κυνειδῶν· ἐπὶ Πανταίνου Φιλεταιρείων· ἐπ’ Ἀπολλοδώρου Πτολεμαιείων· ἐπὶ Πανταίνου Ἀντιγονείων· ἄλλην Ἀντιγονείων·
ἐπὶ Τλησιμένου Παταικείων· ἐπὶ Σωκλείδου Φιλεταιρείων· ἐπ’ Ἀπολλοδώρου Παταικείων· ἐπὶ Πανταίνου Μαψιχιδῶν·
ἐπὶ Πανταίνου Δονακείων· ἐφ’ Ἁρπάλιος Μαψιχιδῶν· ἐπ’ Ἀπολλοδώρου Πανείων· ἐπὶ Σωκλείδου Φιλιππείων· ἐπ’ Ἀπολλο-
60 δώρου τῶν Ἑρμίου· ἐπ’ Ἀπολλοδώρου Σωπατρείων· ἐ[π]ὶ Σωκλείδου Παταικείων· ἐπὶ Φίλωνος Σωπατρείων· ἐπὶ Πανταίνου
Παταικείων· ἄλλην Σωπατρείων· ἐπὶ Τλησιμένου Πτολεμαίων· ἐπ’ Ἀπολλοδώρου Πτολεμαιείων· ἐπὶ Σωκλείδου Μαψι-
χιδῶν· ἐπ’ Ἀπολλοδώρου Φιλιππείων· ἄλλην Φιλεται[ρ]είων· ἐπὶ Πανταίνου Πτολεμαιείων· ἄλλην Πτολεμαιείων· [ἐπ’ Ἀπολ]-
λοδώρου Ἀτταλείων· ἐπὶ Σωκλείδου Σωπατρείων· ἐπ’ Ἀπολλοδώρου Δημητριείων· ἐπὶ Σωκλείδου Εὐτυχείων· [ἐπὶ Παν]-
ταίνου Στρατονικείων· ἐπὶ Σωκλείδου Φιλεταιρ[ε]ίων· ἐπὶ Πανταίνου Πτολεμαιείων· ἐπ’ Ἀριστοβούλου Παν[είων· ἐπὶ Τι]-
65 μοξένου Θυεσταδῶν καὶ Ὠκυνειδῶν· ἐπ’ Ἀπολλ[ο]δώρου Ἀντιγονείων· ἄλλην Θευεργεσίων· ἄλλην Πτολ[εμαιείων· ἐ]-
πὶ Πανταίνου Νικολαιε[ί]ων· ἐπὶ Τλησιμένου Νικο[λ]αιείων· ἄλλην Θυεσταδῶν καὶ Ὠκυνειδῶν· ἐπ’ Ἀν[έκτου — — —]·
ἐπὶ Φίλωνος Πτολεμαιείων· ἄλλην Πτολεμαι[ε]ίων· ἄλλην Πανείων· ἄλλην τῶν Ἑρμίου· ἄλλ[ην Δο]νακείων, ἄλλην Ἀ̣ — — —
ων· ἄλλην Ἀντιγονείων· ἄλλην Ἀντιγονείων· ἐ[π]ὶ Τλησ[ι]μένου Πτολεμαιείων· ἄλλην Φιλ[ετα]ιρείων· ἄλλην Ἀντιγο[ν]ε[ίων]·
ἐπὶ Πανταίνου Δημητριείων· ἄλλην Εὐτυχείων· ἄλλην Φιλεταιρείων· ἄλλην Πτολ[εμαι]είων· ἄλλην Θυεσταδῶν [κ]αὶ [Ὠκυ]-
70 νειδῶν· ἐπὶ Ἁρπάλιος τῶν Ἑρμίου· ἐπὶ Πανταίνου Φιλιππείων· ἐφ’ Ἁρπάλιος Νικ[ο]λαε[ίων]· ἐπ’ Ἀπολλοδώρου Ἀντιγονείων·
ἐπὶ Πανταίνου Πανείων· ἄλλην Φιλαδελφείων· ἐπὶ Σωκλείδου Ἀντιγονείω[ν· ἐπ’] Ἀντικράτου Δημητριείων· ἄλλην Ἀντιγον[εί]-
ων· ἄλλην Πανείων· ἄλλην Ἀντιγονείων· ἄλλην Πτολεμαιείων· ἄλλην [Ἀττα]λείων· ἄλλην Πτολεμαιείων· ἄλλην Θυεστα-
δῶν καὶ Ὠκυνειδῶν· ἄλλην Πτολεμαιεί<ων>· ἄλλην Νικολαείων· ἄλλην Πτολε[μαιε]ίων· ἐπὶ Σωκλείδου Δημητριείων· ἄλλην Θευεργε̣-
σίων· ἄλλην Πτολεμαιείων· ἄλλην Πτολεμαιείων· ἄλλην Ἀντιγο[νείων]· ἄλλην Ἀτταλείων· ἄλλην Πανείων· ἄλλην Ἀντι-
75 γονείων· ἄλλην Πτολεμαιείων· ἐπ’ Ἀντικράτου Σωτηρίων· ἐπ’ Ἀπολλο[δ]ώρου Δονακείων· ἄλλην Ἀντιγονείων· ἄλλην Θυεσταδῶν κα[ὶ]
Ὠκυνειδῶν· ἄλλην Πτολεμαιείων· ἄλλην Νικολαιείων· ἐπ[ὶ Παν]ταίνου Ἀτταλείων· ἄλλην Θευεργεσίων· ἐπὶ Τλησιμένου Μ[α]-
ψιχιδῶν· ἐπὶ Σωτίωνος Παταικείων· ἄλλην Πτολεμαιε[ί]ων· ἄλλην Ἀτταλείων· ἄλλην Δημητριείων· ἄλλην Πτολεμαι[εί]-
ων· ἄλλην Ἀντιγονείων· ἄλλην Ἀντιγονείων· ἄλλην [Φιλ]ιππείων· ἐπὶ Ἀπολλοδώρου Στρατονικείων· ἐφ’ Ἁρπάλιος Ὠκυνειδ[ῶν]
καὶ Θυεσταδῶν· ἐπὶ Φίλωνος Παταικείων· ἄλλ[ην] Πτολεμαιείων· ἐπὶ Ἐπικύδου Πτολεμαιείων· ἄλλην Φιλεταιρείων· ἄλ-
80 λην Ἀντιγονείων· ἄλλην ἐπιστατοῦντος Ἀ[μφι]κλείδου· ἄλλην Δημητριείων· ἄλλην Ἀντιγονείων· ἄλλην Ἀντιγονείων· ἄλλην
Πτολεμαιείων· ἄλλην τῶν Ἑρμίου· ἄλλη[ν Στ]ρατονικείων· ἄλλην Ἀτταλείων· ἐπ’ Ἀντικράτου Σωπατρείων· ἄλλην Πάτρωνος
Ἀντιόχου καὶ βασιλίσσης Φίλας· ἄλλ[ην Παν]είων· ἄλλην Σωτηρίων· ἄλλην Φιλιππείων· ἐπ’ Ἀριστοβούλου Ἀντιγονείων· ἄλλην Δ[η]-
μητριείων· ἄλλην Εὐτυχείων· [ἐφ’ Ἁρπά]λιος Πτολεμαιείων· ἄλλην Φιλιππείων· ἄλλην Ἀντιγονείων· ἐπὶ Σωτέλου Πανείω[ν]·
ἄλλην Μαψιχιδῶν· ἄλλην Π[τολεμ]αιείων· ἐπὶ Χαρίλα Δημητριείων· ἐπὶ Ξενομήδου Μαψιχιδῶν· ἐπὶ Πολύβου Θυεσταδῶν
85 καὶ Ὠκυνειδῶν· ἐπὶ Τλη[σιμ]ένου Στρατονικείων· ἐπὶ Τιμοξένου Νικολαιείων, μέλανι ἐπιγέγραπται· ἄλλη Δημητριείων·
ἐπὶ Μειλιχίδου Θυε[σταδῶν] καὶ Ὠκυνειδῶν· ἐπὶ Φίλωνος Φιλιππείων.  vac.
καὶ τάσδε φιάλας [παρε]λάβομεν ἐπὶ τῆς ἡμετέρας ἀρχῆς ἐπὶ Στησιλέω· Φιλιππείων, ἐπιστατοῦντος Διονυσίου τοῦ Κλεοκρίτου· Πτολ[ε]-
μαιείων, ἐπι[στατοῦ]ντος Ἀριστομέν[ο]υ τοῦ Κλεοσθένου· Ἀτταλείων, ἐπιστατοῦντος Ἀγοράλλου τοῦ Ἀρησιμβρότου· Ἀντιγονείων, ἐπ[ι]-
στατοῦντ[ος Ἐπ?]αινέτου τοῦ Ξενοτίμου· Πτολεμαιέων, ἐπιστατοῦντος Θεσσαλοῦ τοῦ Θεσσαλοῦ· Πανείων, ἐπιστατοῦντος Βοήθου
90 [τ]οῦ Ὀρθο[κλέο]υς· Πτολεμαιείων, ἐπιστατοῦντος Ἀριστείδου τοῦ Τελέσωνος· Ἀντιγονείων, ἐπιστατοῦντος Εὐθυπόλιος τοῦ
[Ἀ]μ̣ε̣[ινο]σ̣τ̣ράτου· Ἀντιγονείων, ἐπιστατοῦντος Σίμου τοῦ Ξενοτίμου· Δημητριείων, ἐπιστατοῦντος Εὐφράνορος τοῦ Φιλοκλέους·
[Πτολ]εμαιέων, ἐπιστατοῦντος Καλλίου τοῦ Ἀντιχάρου· Σωπατρείων, ἐπιστατοῦντος Τιμοκράτου τοῦ Παντέλου· Θευεργεσίω[ν],
[ἐ]πιστατοῦντος Τηλεμνήστου τοῦ Ἀντιγόνου. ταύτας παρεδώκαμεν ἱεροποιοῖς Ἀπο[λ]λοδώρωι καὶ Κλεοστράτωι. vac.
                          vac.
94 ἀνεμισθώσαμεν δὲ καὶ τὰς ἱερὰς οἰκίας καὶ ἐμισθώσαντο· τὴν Πυθᾶ Ἡρακλείδης 𐅄𐅂· τὴν Ὀρθοκλέους Νικοκλῆς 𐅄ΔΔΔΔ𐅃· τὴν Ἐπι-
95 σθένειαν Παρμένων Κύκνου 𐅄ΔΔ𐅃𐅂𐅂𐅂· τὴν ἑξῆς Εὔτυχος Η𐅃· τοὺς ἀνδρῶνας Φερεκλείδης 𐅄Δ𐅂𐅂𐅂𐅂· τοὺς ἑξῆς Εὔδημος Δι[ακ](τορίδου)
ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂· τὰ Ἐφέσου Λυσίξενος Η〚— —〛· τὸν ξυλῶνα Λυσίξενος ΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ𐅁/· τὸν ἑξῆς Πιστόξενος 𐅄Δ· τὴν Χαρητείαν Αὐτό{ι}-
νους {²⁶Αὐτόνους}²⁶ ΗΔ𐅂𐅂𐅂𐅂· τοὺς ἀνδρῶνας Τεισικλῆς Σατύρου 𐅄𐅃𐅂𐅂ΙΙΙ𐅁/· τὴν Ἀρκέοντος Ἐπισθένης ΔΔΔ𐅃· τὴν πρὸς τῶι σιδηρείωι Ξενομήδης
ΔΔΔΔ𐅂𐅂𐅂𐅂 〚— —〛· τὴν πρὸς τῶι Βρέμητι Θεόξενος 𐅄ΔΔ· τὴν Ἀριστοβούλου Γόργος Η𐅃𐅂· τὴν Σωσιλείαν Διογένης ΗΔΔ𐅂𐅂𐅂𐅂Ι/· τὴν ἑξῆς Ἀριστο-
κύδης 𐅄Δ𐅃𐅂𐅂. vac. ~ vac. ἐμισθώσαμεν δὲ καὶ τὰ χώρια τὰ ἐν Μυκόνωι ὥστε τοὺς μισθωσαμένους καθιστᾶν τοὺς ἐγγύους
100 κατ’ ἐνιαυτόν· καὶ ἐμισθώσατο τὰ ἐν Θαλέωι Θυμίας Ἐχεκρατίδου ΗΗΗ𐅄ΔΔΔ𐅂· Χερσόνησον Ἀριστόπαππος Τέλλιος ΗΗΗΔΔΔ𐅂Ι𐅁·
ἐπράξαμεν δὲ καὶ τὰ ἐνηρόσια Θαλέου παρὰ Θυμίου ΗΗΗ𐅄𐅃𐅂, καὶ Δωριοῦς καὶ Χερσονήσου παρὰ Ἀριστοπάππου ΗΗΗ, καὶ ἔδομεν βουλῆι
καὶ τοῖς ἐπιστάταις. vac. ~ vac. Πορθμοῦ οὐ καθιστάντος τοὺς ἐγγύους Αἴσχρωνος, ἀνεμισθώσαμεν καὶ ἐμισθώσατο Λάμπρων Νικά[ν]-
[δ]ρου [𐅅?]Η𐅄ΔΔΔΔ𐅂· ἔγγυοι Αἴσχρων Καλοδίκου, Ἀλκιμίδης Θαρσύνοντος· τὸ λοιπὸν ὧι ἔλαττον εὗρεν ΗΔΔ𐅂. 〚— —〛
Διονυσίου <οὐ> καθιστάντος τοὺς ἐγγύους Πόττου, ἀνεμισθώσαμεν, καὶ ἐμισθώσατο Ἀριστόδικος Λυκάδου τοῦ ἴσου 〚— —〛 ΗΗΗ𐅄ΔΔΔΔ·
105 ἔγγυοι Φίλλις Εὐθυπόλιος, Ἐλπίνης Κλεοδήμου. Πανόρμου οὐ καθιστάντος τοὺς ἐγγύο<υ>ς Μίκωνος, ἀνεμισθώ{θω}σαμεν {²⁶ἀνεμισθώσαμεν}²⁶, καὶ ἐμ[ι]-
σθώσατο Ἀντίγονος Ἀνέκτου ΗΗΗ𐅄ΔΔΔΔ· ἔγγυοι Ἀντίγονος Ἀντιγόνου, Ἀντίγονος Ἀνδρομένου· ~ τοῦ ξυλῶνος οὐ καθιστάν-
τος τοὺς ἐγγύους Λυσιστράτου, ἀνεμισθώσαμεν, καὶ ἐμισθώσατο τοῦ ἴσου Νουμήδης Νουμήδου· ἔγγυος Λυσίξενος.
τὰς δὲ κεραμίδας ἃς γράφουσιν ἡμῖν παραδεδωκότες Ἐλπίνης καὶ Λύσανδρος καὶ τοὺς σωλῆνας οὐ παρειλήφαμεν. οὐδὲ τῶν πο-
τηρίων ὧν γράφουσιν ἡμῖν παραδεδωκότες Ἐλπίνης καὶ Λύσανδρος οὐ παρειλήφαμεν ἀρυσᾶς δύο, σκάφια πέντε, ἄλλα τῶν
110 στησιλείων ἐπ’ ἀρχόντων Ἀριστοβούλου, Μειλιχίδου, Μαντιθέου, Σωκλείδου, Ἀγαθάρχου. vac.
                          vac.
111 καὶ οἵδε τόκους ὀφείλουσι τοῦ ἱεροῦ ἀργυρίου αὐτοὶ καὶ οἱ ἔγγυοι· Ναυτέλου κληρονόμοι <𐅃𐅂?>· Ἀπημάντου κληρονόμοι 𐅄Δ· Χοιρύλ{υλ}[ου] {²⁶Χοιρύλου}²⁶ τοῦ Τελ[έ]-
σωνος κληρονόμοι ΔΔΔΔ· Διαίτου τοῦ Ἀπολλοδώρου κληρο. Δ𐅂𐅂ΙΙΙ· Μειλιχίδου τοῦ Διαδήλου κληρο. ΔΔ𐅃· Μενεκράτου τοῦ Ἀρχεδάμα κληρο. ΔΔΔ[Δ]
𐅃𐅂𐅂ΙΙΙ· Ξενοκράτου κληρονόμοι 𐅄· Ἀρκεφῶντος τοῦ Ἀρκε(φῶντος) κληρονόμοι 𐅂𐅂ΙΙΙ· Ἀνακρέοντος κληρονόμο<ι> ΔΔΔ· Ἐλπίνου τοῦ Ξενοχάριος {κ}
κληρονό. ΔΔΔ𐅃· Χαρίλα κληρονό. 𐅄· Ἐνπέδου κληρονό. 𐅄ΔΔΔΔ𐅂𐅂· Διοδότου τοῦ Φάνου κληρο. Δ· Νικοκράτης Βλεπύρου ΗΔ𐅂𐅂ΙΙΙ· Παρμενίωνος
115 τοῦ Διοδότου κληρο. Δ· Ἀγαθάρχου τοῦ Ἀγαθάρχου κληρο. ΔΔΔΔ𐅃𐅂𐅂𐅂, ἄλλας Δ· Δημοσῶντος τοῦ Ἀλέξιος κληρονό. Δ𐅂̣· Βίωνος τοῦ Διοδότου κλ[η]-
ρονό. Δ𐅃𐅂𐅂𐅂· Κόνωνος τοῦ Φωκαιέως Δ, ἄλλας Δ, ἄλλας 𐅃, ἄλλας ΔΔΔΔ, ἄλλας ΔΔ· Ἀπολλόδωρος Κυζικηνὸς Δ· Νικόλεως Ἀπολλοδώρου 𐅄·
Μοιραγένου τοῦ Καλλισθένου κληρο. Δ𐅃· Ἀντιπάτρου τοῦ Καλλίου κληρο. ΔΔΔ· Μήδειος Σκυλλίχου ΔΔΔ𐅃𐅂𐅂· Θαρσύνων Δ· Εὐκτήμων Ἀχαιοῦ
ΔΔ𐅃· Φιλάρχου τοῦ Θεωρύλου κληρο. [Δ𐅂𐅂𐅂 —]· Ἀρκέ[ω]ν Θεοδώρου 𐅄Δ· Ἀριστοδίκου τοῦ Ἀρισ(τοθάλου)? κληρονό. Δ̣Δ̣𐅃· Ἀχαιοῦ τοῦ Ἀρισ(τείδου) κληρονό. Δ· Εἰρηναῖος
Παντέλου [Δ𐅃· Ἀρχῆναξ Δ]· Φανοδίκου τοῦ Στησίλεω ΔΔΔ, ἄλλας Δ, ἄλλας Δ𐅃· Κλείταρχος Χαρίλα ΔΔΔ𐅃· Ἀμφέας Δημοκράτου Δ· Ἐπαρχί[δης]
120 [Ἐ]τεο[κλείδου Δ?Δ𐅃ΙΙΙ· Ξέ]ν̣ων Ἀρχίου ΗΔΔ· Θεαίου κληρονό. Δ𐅃· Πυθὼ Συνωνύμου 𐅄𐅃· Θέμωνος κληρονό. ΔΔ𐅃· Τιμέας Δ/̣/̣· Ἐχεκρα-
[τίδης Δ𐅃· Ἀριστό]δ̣ικος Η· Στησίλεως Πραξιμένου ΔΔ· Εὔδημος ΔΔ𐅃· Φίλλιος κληρονό. ΔΔΔ𐅃𐅂𐅂ΙΙΙ𐅁· Θεομνήστου κληρονό. ΗΔΔ· Ἐπιχά-
[ρμου κληρον]ό. ΔΔΔ· Τηλεμνήστου τοῦ Ἀρκέοντος Δ· Ἀριστείδης Δ̣𐅃̣· Σωσίδ̣[ημος] ΔΔ· Ἀντίγονος Δημό(νου) Δ· Μενεκράτης Λυσοῦ ΔΔ·
[Π]ολύστρατος Κλεοστράτου Δ· Μνησιάδης Κράτωνος ΗΔΔ𐅃· Σωσίλ[ος Θεαίου ΗΔΔ]𐅃· Κοσμιάδης Δ𐅃· Τιμόξενος Ἄμνου ΔΔ𐅃· Μειλ[ι]-
χίδου κληρονόμοι ΔΔ𐅂𐅂𐅂· Στησίλεως Πραξι(μένου) ΔΔ· ~ Φανόδικος Στησίλεω Δ[𐅂Ι· ․․․․ο]υ̣σα Τελεσάνδρ(ου) ΔΔΔΔ· Ὄστακος Ὀστάκου Δ𐅃𐅂𐅂𐅂𐅂Ι̣Ι̣Ι̣Ι̣·
125 Ἀνδρομένου κληρο. 𐅄Δ, ἄλλας ΔΔΙΙΙΙΙ· Διαίτου τοῦ Ἀπολλο(δώρου) κληρο. Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ· Παρμ[ενίωνος τ]οῦ Πολυβούλο<υ> 𐅄ΔΔΔ· Σῆμος Κοσμι[ά]δου 𐅄·
Καλλίας Ἀντιχάρ(ου) 𐅄𐅂𐅂𐅂𐅁/̣/̣· Ἑβδομίσκος 𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙ· Ἀπολλόδωρος Φάνου 𐅄· Φανύλος ΔΔ𐅃· Λυ[σανία]ς Καίβωνος Η̣𐅂ΙΙ· Σωκλείδης Φανομάχου ΔΔΔ· Ἑρμο-
δότου κληρονόμοι Δ𐅃𐅂𐅂· Κινέα κληρονό. ΔΔΔΔ· ~ vac. [Ν]ίκανδρος Ἀγοράλλου ΔΔ𐅃· 〚— —〛 Διονυσίου κληρο. ΔΔ· Μενεθάλου κληρονό. Δ·
Ἐκεσθένης 𐅃· Πυθοκλῆς Μενεθάλου 𐅄· Κλείταρχος Χαρίλα 〚— —〛 Δ𐅂𐅂𐅂· Καλλίας [Ἀ]ντιχάρο̣υ̣ Δ̣Δ̣Δ̣Δ̣. vac.
καὶ οἵδε τῶν τὰ ἐνκύκλια τέλη ἠγορακότων ὀφείλουσιν αὐτοὶ καὶ οἱ ἔγγυοι· Αὐτόνου το[ῦ] Ξενοχάριος κ[ληρο.] 𐅄𐅃 τῶν αἱρεσίων· Εὐθύπολις Ἀμεινοστράτου Δ𐅂𐅂𐅂
130 τῶν ἡμιωβελίων. καὶ οἵδε τῶν τὰς ἱερὰς οἰκίας μισθωσαμένων ὀφείλουσι καὶ οἱ ἔγγυοι· Ἀριστοδίκο[υ κ]λη[ρον]όμοι τῆς πρὸς τῶι σιδηρείωι ΔΔΔ𐅃𐅂[𐅂ΙΙΙ/].
ἐδώκαμεν δὲ καὶ τοῖς ἐπιστάταις εἰς τὰς θυσίας ἐν τοῖς καθήκουσι χρόνοις· Κοσμιάδει εἰς Φιλαδέ[λφ]εια ΗΗΗΔΔΔ· Ἀριστοπάππωι Φιλίου
εἰς Εὐτύχεια ΗΗΗ𐅄· Ἀντιγόνωι Χαριστίου εἰς Φιλεταίρεια ΗΗΗΗ· Ἀριστοπάππωι Τέλλιος εἰς Χερσον[ήσ]ια ΗΗΗΗ· Τιμοσθέν̣ε̣ι̣ Τ̣ι̣μο[σθένου?]
εἰς Γοργίεια {ι} 𐅅Η𐅄ΔΔ𐅂𐅂𐅂· Τελεσαρχίδηι Ἐλπίνου εἰς Φιλόκλεια 𐅅Η· Ὀστάκ[ω]ι Ὀστάκου εἰς Στησίλεια Η𐅄· Δεξιθέωι Δε[ξ]ιθέου εἰς Ἐ[χενί]-
κεια ΗΗΗ· Ἑβδομίσκωι Ἀρίστιος εἰς Φιλωνίδεια 𐅅ΗΗΗ𐅄ΔΔ· Θεοφραστίδε[ι] Φιλλάκου εἰς Νησιάδεια ΗΗΗ𐅄. vac.
                        vac.
135 εἰ δέ τινες ὀφείλοντες τόκους τοῦ ἱεροῦ ἀργυρίου μὴ ἀποδεδώκασιν, ἐγγράφομεν ὀφείλοντας αὐτοὺς καὶ τοὺς ἐγγύους.
face B right at the level of lines 91-96:
1 Εὐτυχε[ίων]
ἐπιστατοῦντ[ος]
Ἀριστοπάππου·
vac. Φιλα-
5 δελφείων ἐπι-
στατοῦντος Κο-
σμιάδου.
παρέλαβεν Θυ[μ]-
[ία]ς? κλείσιον τε-
10 [θυ]ρωμένον, βού-
[στ]ασιν, ἰπνῶνα
[τε]θυρωμέν[ον, ἀ]-
[νδρ?]ών̣ιον τεθυρ[ω]-
[μ]ένον, οἴκημα τε-
15 θυρωμένον, θύρ-
αν αὐλείαν, ἀμπ-
έλους ΧΗΔΔΔΔ, σ̣υ̣-
κ̣ᾶς? ΗΔΔΔΔΙΙΙ, ἐλαί-
[α]ς Η̣Δ̣ΔΔΔ𐅃ΙΙ, ΟΠΙ ἐ-
20 [λ]αίους ἐνω̣φθαλμι-
σμέ̣ν<ου>ς 𐅄ΔΔΔ𐅃ΙΙ, Λ̣
[․ο]υς? Δ𐅃̣Ι̣, ἐλαίου[ς]
․Η̣, μηλᾶς ΗΙ·
καὶ παρέλαβεν Λ̣[ά]-
25 μ̣[π]ρων? Η̣Η̣Ι․․․Ι#⁷․
vac. or effaced?
at the level of lines 130-135:
26 τῶν ἀνδρών[ων]
[Φε]ρεκλε<ί>δη[ς]?
 vac. Ι̣Ι̣.
—𐅂ΙΙΙ𐅁· τῆς Ὀ[ρ]-
30 θοκλέους Φίλ-
λις ΔΔ𐅃𐅂.
Search Help
Contact Us