| face A.1 | [λό]γος ἱεροποιῶν τῶν ἱεροποιησάντων ἐπὶ Κλεοστράτου ἄρχοντος Ἀνα̣․․․․․․․ τοῦ Φίλλιδος, Ἀμπυ[κίδου] |
| τοῦ Κριτοβούλου. παρελάβομεν παρὰ ἱεροποιῶν τῶν ἐπὶ Ποσειδίκου ἄρχοντος ἱεροποιησάντων Διδύμου τοῦ | |
| Καλλιδίκου, Φιλαίθου τοῦ Πυρραίθου, παρόντων βουλευτῶγ καὶ γραμματέων Τελέσωνο[ς] τοῦ Αὐτοκλέους, Δημο[λύ]- | |
| του τοῦ Λύσου, ἀργυρίου δραχμὰς 𐅇ΜΜΗΗ𐅄ΔΔΔΔ𐅂Ι𐅁 [vac. c.15] καὶ χρυσοῦς 𐅃ΙΙΙΙ καὶ φωκαΐδα | |
| 5 | καὶ τεττίγια χρυσᾶ δύο, τετράδραχμα χαλκᾶ δύο καὶ παρε̣ρ̣ρινη̣μένον ἕν· χρυσίου παντοδαποῦ ὁλκὴν 𐅃𐅂𐅂𐅂ΙΙΙ· ἀργυρίου παντ[ο]- |
| δαποῦ ὁλκὴν ΔΔΔΔ𐅃𐅂𐅂· πτολεμαϊκὰ τετράδραχμα δύο καὶ ἀρβυλικοὺς ὀβολοὺς δύο καὶ δακτυλίδιον διάλιθον. {²vac.}² | |
| καὶ τάδε τῶν ἱερῶν τεμενῶμ μισθώματα κατεβλήθη πρὸς ἡμᾶς· παρ’ Ἀπολλοδώρου τῆς γῆς τῆς ἐπὶ Πορθμῶι ΧΗΗ· παρὰ | |
| Δόρκωνος τῆς γῆς τῆς ἐμ Πύργοις ΧΗΔ· παρὰ Στράτωνος τῆς γῆς τῆς Χαρητείας Χ𐅅ΗΗΗ· παρὰ Τελεσάνδρου τῆς ἐμ Πανόρ- | |
| μωι 𐅅Η𐅄Δ· παρὰ Χοιρύλου τῆς Σκιτωνείας 𐅅𐅄Δ· παρὰ Θεστέου τῆς ἐγ Χαρωνείαι 𐅅ΗΗΗ· παρὰ Πα[ρ]μενίωνος τῆς ἐν Διονυσίωι | |
| 10 | 𐅅Η𐅂𐅂· παρὰ Ἀριστέου τῆς γῆς τῆς ἐν Λίμναις ΗΗΗ𐅄Δ𐅂· παρ’ Ἀντιγόνου Ῥάμνων ΗΗΗ𐅄ΔΔ𐅃· παρ’ [Ἐ]μπεδοκλέους Νικοῦ χώρου |
| ΗΗΗΔΔΔΔ𐅃𐅂𐅂𐅂· παρὰ Ἀριστείδου τοῦ Ἱπποδρόμου καὶ τῆς Ἀφέσεως 𐅅𐅄· παρὰ Φερεκλείδου Λειμῶνος ΗΗΗ· παρὰ Ἀρ[ισ]τοδίκου Φοι- | |
| νίκων 𐅅ΗΗΔΔ· παρὰ Ἀναψυκτίδου τῶν ἐν Ἄκραι Δήλωι ΗΗΗ· παρὰ Πολυκρίτου τῶν Ἐπισθενείων 𐅅· παρὰ Ἀναψυκτίδου τῶν ἐγ | |
| Κορακιᾶι Η· παρὰ Ἀριστοβούλου τῶν ἐν Σολόηι ΗΗ· παρ’ Εὐμήδους τοῦ Λυκωνείου 𐅄ΔΔΔ· παρὰ Ἐτεοκλείδου τῶν ἐγ Κεραμείοις ΗΔΔ· | |
| παρὰ Ἀμφιστράτου τῶν Σωσιμαχείων ΗΗ𐅂· παρὰ Φίλτου τῶν ἐμ Φυταλιᾶι 𐅄Δ. {²vac.}² | |
| 15 | καὶ τάδε τῶν οἰκιῶν τῶν ἱερῶν ἐνοίκια εἰσήκει· τῆς οἰκίας ἣ ἦν Ἐπισθένους ἧι γείτων ἡ Σίμου οἰκία παρὰ Ἐπισθένους 𐅄𐅂𐅂𐅂𐅂· |
| τῆς οἰκίας ἣ ἦν Ἐπισθένους ἧι γείτων ἡ Πιστοξένου οἰκία παρὰ Νίκωνος ΔΔ𐅃· τῆς οἰκίας τῆς ἐν λιμένι ἣ ἦν Ἀρκέοντος παρὰ | |
| Ἀρκέοντος ΔΔ𐅃· τῆς οἰκίας τῆς ἐγ Κολωνῶι ἣ ἦν Ἐπισθένους παρὰ Ἀριστείδου Δ· τῆς Χαρητείας οἰκίας {²vac.}² | |
| [vac. — —c.32— —] τῶν οἰκ̣ημάτων ἀμφοτέρων τῶν ὑπὸ τοὺς ἀνδρῶνας παρὰ Σωτέλους ΔΔ· τῆς ἀν- | |
| δρωνίτιδος παρὰ Φίλτου ΔΔΔ· τῆς Σωσιλείας οἰκίας τῶν οἰκημάτων τῶμ πρὸς τῆι θαλάσσηι καὶ τῶν ἐπὶ τούτοις παρ’ Ἀντιγόνου | |
| 20 | ΔΔΔΔ𐅂𐅂· τῆς οἰκίας ἐν ἧι Ἀντίγονος οἰκεῖ παρὰ Ἀντιγόνου ΔΔΔ· {²vac.}² τῆς οἰκίας πρὸς ἧι ἡ |
| κρηπὶς παρὰ Διονυσοδώρου 𐅄ΔΔΔΔ· τῶν οἰκημάτων ἐν οἷς Ἔφεσος καπηλεύει παρὰ Ἀριστ[ο]λόχου 𐅄𐅃· τῆς οἰκίας ἣ ἦν Θ[εοκ]ύδους | |
| παρὰ Ἱεράκου ΔΔΔ· τῆς οἰκίας ἣ ἦν τῶν παίδων τῶμ Πυθαγόρου παρὰ Σίμιδος ΔΔΔΔ· τῆς οἰκίας ἣ ἦν Ὀρθοκλέους [παρὰ ․]ινί̣δ̣ος Δ[․․]· | |
| τῆς οἰκίας ἣ ἦν τῶν παίδων τῶν Ἀριστοβούλου παρὰ Διακρίτου ΔΔ𐅂𐅂ΙΙΙ. vac. | |
| τόκους οἵδε τεθήκασι· Σωσισθένης ΔΔΔΔ𐅂ΙΙΙΙ· 〚— — — — — —〛 | |
| 25 | 〚— — — — — —〛 Σωσίπολις Εὐρυμάνθους ὑπὲρ τῶν χωρίων τῶν ἐμ Πασσίρωι τῶν ἡμίσεων τὸ αὑτοῦ μέρος δραχμὰς 𐅄Δ· Ἀνδρο- |
| [μ]ένης Ξένωνος ΔΔΙΙΙΙΙ· Ἀλεξικράτεια ὑπὲρ Ἀριγνώτου ΔΔΙΙΙΙΙ· Φερεκλείδης ὑπὲρ αὑτοῦ καὶ Προξένου δραχμὰς 𐅄Δ[Δ𐅃𐅂𐅂𐅂ΙΙΙ? καὶ] ὑπὲρ | |
| Χάρητος δραχμαῖς ΗΗ𐅂ΙΙΙΙ τόκον ΔΔΙ· Γοργὼ καὶ ὁ κύριος Ἀρχέλας ὑπὲρ Χάρητος δραχμα[ῖς] ΗΙΙΙΙΙ τόκον Δ𐅁· Φερεκλείδης ὑπὲρ Νεω- | |
| κόρου δραχμαῖς Η𐅄𐅂𐅂Ι𐅁 τόκον Δ𐅃𐅁· Φίλτης ὑπὲρ Νεωκόρου δραχμαῖς ΔΔΔΔ𐅂𐅂 τόκον 𐅂[𐅂𐅂𐅂Ι//]· Ἀνδρομένης Δημόνου ὑπὲρ Δηλίκου | |
| ΔΔ· Φαναγόρας ὑπὲρ τοῦ οἰκήματος ὃ ἦν Νεωκόρου Δ𐅁· Πόλυβος ὑπὲρ Χάρητος 𐅂𐅂𐅂𐅂· [Δ]εξικράτης καὶ Κλεινόδικος ὑπὲρ Στη- | |
| 30 | σίλεω ΔΔ· Ἑρμόδοτος ταῖς ΧΗΗ τόκον ΗΔΔ· Παρμενίων ὑπὲρ Χάρητος 𐅃𐅂· 〚— — — — — —〛 |
| {²rasura vss. 2}² | |
| 31 | καὶ τάδε ἄλλα εἰσήκει· πώρων ἀποκομμάτων 𐅂· χηναλώπεκος πραθείσης 𐅂Ι𐅀· ὠιῶν 𐅂· τοῦ τράγου οὗ Φιλοκλείδης ἀνέθηκεν ἀπο- |
| θανόντος παρὰ Νίκωνος Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙΙ· χηνὸς ὠιῶν ΙΙΙ𐅁· ἐκ τῶν θησαυρῶν τῶν τε ἐν τῶι ἱερῶι καὶ τοῦ ἐν τῶι Ἀσκληπιείωι Η𐅄ΔΔΔ𐅃𐅂𐅂· | |
| 〚— — — — — —〛 παρὰ Μνησάλκου δραχμαῖς ΗΗΗ τόκος | |
| ΔΔ𐅃· παρὰ Φιλωνίδου ὑπὲρ Θεογνώτου δραχμαῖς ΗΗΗ τόκος ΔΔ𐅃𐅂𐅂𐅂𐅂Ι· παρὰ Πυρραίθου δραχμαῖς 𐅅 τόκος ΔΔΔ𐅃𐅂𐅂ΙΙΙ. {²vac.}² | |
| {²vac.}² | |
| 35 | κεφάλαιον οὗ τε παρελάβομεν ἀργυρίου καὶ τοῦ ἐπὶ τῆς ἡμετέρας ἀρχῆς εἰσελθόντος 𐅇ΜΜΜΧΧΗΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙ[․․․], |
| χαλκᾶ τετράδραχμα τρία καὶ χρυσοῖ 𐅃ΙΙΙΙ καὶ φωκαῒς καὶ τεττίγια δύο· χρυσίου ἀσήμου ὁ[λκὴ] 𐅃𐅂𐅂𐅂ΙΙΙ· ἀργυρίου παντοδαποῦ ὁλκὴ ΔΔΔΔ𐅃[𐅂𐅂]. | |
| ἀπὸ τούτου τάδε ἀνάλωται· τοῖς τεχνίταις τρισὶν οὖσιν μηνὸς Ληναιῶνος εἰς ὀψώ[νιον] δραχμαὶ ΔΔΔ· πυρῶμ μεδίμνου[ς] | |
| δύο ἡμίεκτα ἐννέα χοίνικες τρεῖς· τιμὴ τοῦ μεδίμνου ἑκάστου 𐅃𐅂𐅂· τὸ πᾶγ γίν[ε]ται Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙ· σιτοπ[οιῶι] Ἀρτεμισίαι 𐅃𐅂ΙΙΙ· εἰς ἱ- | |
| ματισμὸν Λεπτίνηι καὶ Βακχίωι ΔΔΔ𐅂· μηνὸς Ἱεροῦ τοῖς τεχνίταις τοῖς τρισὶν εἰς ὀψώνιον ΔΔΔ· πυρῶν μεδίμνους δύο, ἡμίεκτ[α] | |
| 40 | ἐννέα χοίνικες τρεῖς, τιμὴ τοῦ μεδίμνου ἑκάστου· 𐅃𐅂ΙΙΙ· τὸ πᾶγ γίγνεται Δ𐅃𐅂𐅂𐅂Ι𐅁𐅀· σιτοποιῶι Ἀβιττίδι 𐅃𐅂ΙΙΙ· μηνὸς [Γαλαξιῶ]- |
| νος τοῖς τεχνίταις τοῖς δύο εἰς ὀψώνιον δραχμαὶ ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂· [τὸ] | |
| πᾶν Δ𐅂Ι𐅁· σιτοποιῶι Ἀρτεμισίαι· 𐅂𐅂𐅂ΙΙΙΙΙ//· Ἀρτεμισιῶνος τοῖς τεχνίταις τοῖς δύο εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτέα δέκα χοίν[ι]- | |
| κες δύο, τιμὴ τοῦ μεδίμνου 𐅂𐅂𐅂𐅂ΙΙΙ· τὸ πᾶν 𐅃𐅂𐅂𐅂ΙΙ𐅀//· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂ΙΙΙΙΙ//· μηνὸς Θαργηλιῶνος τοῖς τεχνίταις πυρῶν μέδιμνο[ς] | |
| rasura ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂ΙΙΙΙΙ· τὸ πᾶγ γίνεται Δ𐅂𐅂ΙΙΙΙ𐅁𐅀̣//· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂[ΙΙ]ΙΙΙ//· εἰς ὀψώνιον ΔΔ· | |
| 45 | μηνὸς Μεταγειτονιῶνος τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂𐅂· τὸ |
| πᾶγ γίνεται Δ𐅂𐅂𐅂𐅁𐅀· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂𐅂· Βουφονιῶνος μηνὸς τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα | |
| χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου Δ· τὸ πᾶγ Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂𐅂· Ἀ[π]ατουριῶνος μηνὸς τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ, | |
| ἀλφίτωμ μέδιμνοι τρεῖς ἡμιεκτέα ἐννέα, ὁ μέδιμνος 𐅂𐅂𐅂𐅂· τὸ πᾶν Δ𐅃· Ἀρησιῶνος τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· ἀλφίτωμ μέδιμνοι | |
| [τρεῖς ἡμιεκτ]έα ἐννέα, ὁ μέδιμνος 𐅃· τὸ πᾶν [Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· Ποσιδεῶνος τοῖς τεχνίται]ς εἰς ὀψώνιον ΔΔ· ἀλφίτων μέδιμνοι τρεῖς, ἡμιεκτέα | |
| 50 | [ἐννέ]α, ὁ μέδιμνος 𐅃· τὸ πᾶ[ν Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· εἰς τὰ ἐπιτήδεια τῶι ὑπηρέτει Η𐅄𐅃𐅂· νεωκ]όρωι τοῦ Ἀσκληπιείου ΗΗ· νεωκόρωι εἰς τὸν θεὸν 𐅄Δ· |
| [ἰν]ωποφύλακι 𐅄ΔΔ𐅃· αὐλητρίδι τοῦ ἱεροῦ χορο[ῦ ΗΔΔ· γραμματεῖ μισθὸς 𐅄ΔΔΔ· κήρυκι μ]ηνὸς Ληναιῶνος μισθὸς δραχμαὶ 𐅄Δ· ἀρχιτέκτο- | |
| νι Σίμωι μηνῶν ὀκτὼ καὶ ἡμερῶν δέκα τριῶν μισθὸς 𐅅𐅃[𐅂. καὶ τάδε ἔργα ἐξέδομεν κατὰ] ψηφίσματα τοῦ δήμου καὶ κατὰ συγγραφάς· | |
| τοῦ νεὼ τῆς Ἀρτέμιδος τοῦ προδόμου τὸν τοῖχον τὸν ἀριστερᾶς [— — c.18 — — ἀπὸ? τοῦ προ?]θ̣ύ̣ρου πρὸς τὸ διάφραγμα ξυλῶσαι καὶ δια- | |
| φ̣ράξαι ἀπὸ τῶν ὑπαρχόντων διαφραγμάτων πρὸς τὴν ὀροφὴν ὥστε παρέ[χ]ειν [αὑ]τῶι πάντα ὅσων ἂν δεῖ εἰς τὸ ἔργον· ἠργο- | |
| 55 | [λ]άβησεν Φίλων δραχμῶν 𐅅Η· τῆς οἰκίας τῆς Ἐπισθενείας τῆς ἐγ Κολωνῶι ἧ[ι γ]είτων [ἡ τῶ]ν Ἀμφιτίμου παίδων ἐξέδομεν τὸν |
| [το]ῖχον τὸμ πρὸς νότον τοῦ κλεισίου οἰκοδομῆσαι καὶ ὑπέρθυρον ὑποθεῖναι τῶι {τῶι} θυ[ρῶνι]· ἠργολάβησε Νίκων δραχμῶν vac. | |
| Δ[ΔΔ]Δ𐅂𐅂𐅂· τὸν θυρῶνα τὸν ἐν τῶι Ἀρχηγέτηι τὸμ πρὸς νότον οἰκοδομῆσαι ἐξέλαβεν Δη[μόφιλος?] δραχμῶν ΔΔΔ𐅃· εἰς τοῦτον πλίν- | |
| θοι [πα]ρ’ Ἀμφικλέους διακόσιαι ἐνενήκοντα, τιμὴ Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙΙ· μισθωτοῖς τὰς πλίνθους ἀνενέγ[κασι] 𐅂𐅂𐅂· πλίνθοι παρὰ Ἀπολλοδώρου | |
| ἑβδο[μ]ήκοντα, τιμὴ 𐅃· μισθωτοῖς ἀνενέγκασιν 𐅂Ι· παρὰ Δημοφίλου πλίνθοι ἑκατόν, τιμὴ 𐅃[․․· μισθω]τοῖς ἀνακομίσασι τὰς πλίνθους | |
| 60 | 𐅂ΙΙΙ· πλί[ν]θοι παρὰ Καλλισθένους 𐅄Δ, τιμὴ 𐅂𐅂𐅂𐅂ΙΙΙΙ· μισθωτοῖς ἀνενέγκασι [𐅂]𐅂· Δεινοκράτει κανό[νας] ποι[ή]σαντι? μισθὸς 𐅂𐅂· εἰς τὸν |
| νεὼ τὸν πώρινον γόμφων δέκα τεττάρων καὶ δεσμῶν τεττάρων ὁλκὴν μνᾶς ὀκτὼ ἡμιμναῖον [Ἡρ]ακλείδηι ποιήσαντι τιμὴ | |
| Δ𐅂𐅂𐅂ΙΙ𐅁̣ κε[λ]ευόντων ἐπιμελητῶγ καὶ τοῦ ἀρχιτέκτονος· Δεινοκράτει τὰς θύρας τὰς ἐν Νήσωι ἐπισκ[ευάσ]αντι καὶ τ[ὸγ] κέραμον ἐπι- | |
| θέντι 𐅂ΙΙΙ· Δεξίωι κλεῖδα ποιήσαντι εἰς Νῆσον 𐅂ΙΙΙΙ· τῶι ταμιείωι τῶι χορευτῶν κλεῖδα ποιήσαντι Δ̣ε̣ι̣ν̣ο̣κ̣ράτει 𐅂· τοῦ οἰκήματος | |
| τοῦ ἐν τῆι ἀναβάσει τοῦ θαλάμου τὰς θύρας ἐπισκευάσαντι Δεινοκρά[τ]ει μισθὸς 𐅂𐅂ΙΙΙ· τὰ τέγη ἐπισκευ[άσαν]τι Διονυσίωι μισθὸς 𐅃· | |
| 65 | ἐπι τὴμ περίοδον τοῦ νεὼ τῆς Ἀρτέμιδος κλεῖδα ποιήσαντι Δεινοκράτει ΙΙΙ· οὗ τὰ δώδεκα ἀγάλματ[α τῶν] θυρῶν τὰς κατακλε[ῖ]- |
| δας ἐπισκευάσαντι καὶ τῶν ἐν τῶι Ἀρχηγέτηι Δεινοκράτει μισθὸς ΙΙΙΙ· τὸν οἶκον τὸν Δήλιον ἐδαφίσαντ[ι Διον]υσίωι μισθὸς 𐅃Ι· | |
| Ἡρακλείδηι εἰς τὸ προσκήνιογ γράψαντι πίνακας δύο μισθὸς δραχμαὶ ΗΗ· Ἀντιδότωι τοῦ προσκηνίου γρά[ψαντ]ι πίνακας δύο | |
| μισθὸς δραχμαὶ Η̣Η· Θεοδήμωι πίνακα εἰς τὸ προσκήνιον ποιήσαντι μισθὸς δραχμαὶ ΔΔΔ· εἰς τοῦτον κατε[χρησάμεθα ξύλον] | |
| ἐλάτινον τῶν ὑπαρχόντων· μισθωτοῖς τὸν οὐδὸν ἀνακομίσασιν εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος μισθὸς δραχμαὶ Δ𐅂𐅂𐅂𐅂 [— c.10 —] | |
| 70 | κατακλίναντι τὸν οὐδὸν Δ· εἰς τὸ ἄγαλμα τοῦ Διονύσου κεραία [π]αρὰ Δημέου δραχμῶν ΔΔΔ· Ἀριστοθάλει ἐργασαμέ[νωι τὸ ἄγαλμα —]· |
| [γ]ράψαντι Ἡρακλείδηι 𐅂𐅂𐅂· εἰς κόσμησιν τοῦ ἀγάλματος 𐅃𐅂· εἰς τὴν ἅμαξαν ἧλοι παρὰ Ἀλεξίου ΙΙΙΙΙ· τοῖς τεχνίταις Ε̣Ν̣Ο̣ [— c.7 — τοὺς] | |
| [κ]αταληπτῆρας τῆς ὑπ[ο]δομῆς ἐπιτιθεῖσι 𐅃· μισθωτῶι ὑπη[ρ]ετοῦντι ΙΙΙΙΙ· σχοινίον εἰς παλαίστραν ὥστε τῶι γαυλῶι [․․․· τῶι χορῶι] | |
| [τ]ῶι γενομένωι τοῖς Ἀπολλωνίοις λαμπάδες παρὰ Λυσίου 𐅂𐅂ΙΙΙ· ῥυμοὶ 𐅂Ι· χορῶι τῶι γενομένωι τοῖς Ἀρτεμισίοις καὶ [Βριτομαρτίοις] | |
| ΙΙΙ· λαμπάδες παρὰ Λυσίου καὶ Χαριδήμου 𐅂𐅂𐅂𐅂· ῥυμοὶ ΙΙΙΙΙ· τῶι χορῶι τῶι γενομένωι τοῖς Κώιων θεωροῖς λαμπάδες πα[ρὰ Λυσί]- | |
| 75 | ου 𐅂𐅂· ῥυμοὶ ΙΙ· τῶι χορῶι τῶι γενομένωι τοῖς Ῥοδίων θεωροῖς λαμπάδες παρὰ Χαριδήμου 𐅂𐅂· ῥυμοὶ ΙΙ· πίττης μετρητ[αὶ τρεῖς] |
| χοεῖς δύο ὥστε τὸγ Κερατῶνα ἀλεῖψαι παρ’ Ἀμφιθάλο[υς], ὁ μετρητὴς ΔΔ𐅂𐅂𐅂𐅂· ἡ πᾶσα τιμὴ 𐅄ΔΔ𐅃𐅂𐅂𐅂· ἀλείψαντι τὸν Κερατῶ[να Ἀμ]- | |
| φιθάλει μισθὸς Δ𐅂· ἄλλοι πίττης μετρη〚——〛ταὶ {²⁶μετρηταὶ}²⁶ τρεῖ[ς] καὶ χ[ο]ῦς, ὁ μετρητὴς ΔΔ𐅂𐅂𐅂𐅂· ἡ πᾶσα τιμὴ 𐅄ΔΔ𐅂𐅂𐅂𐅂· ἀπὸ τούτων ἠλεί[ψα]- | |
| μεν τὰς θύρας πάσας τάς τε ἐν τῶι ἱερῶι καὶ τὰς τῶ[ν] ἄλλων ἱερῶν θύρας καὶ τὰ ὑπερτόναια καὶ ὅσα ἔδει τῆς σκηνῆς τῆς ἐν τ[ῶι] | |
| θεάτρωι· ἀλείψαντι Φιλοκλεῖ 𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ κελεύοντο[ς] ἀρχιτέκτονος· σφῦραν σιδηρᾶν ἐπριάμεθα παρὰ Φωκαιέως μνᾶς ἄγουσαν | |
| 80 | εἴκοσι τέτταρας, τιμὴ ΔΔ𐅂𐅂𐅂𐅂· καὶ γλαρίδα ἄγουσαν μνᾶς τέτταρας ἡμιμναῖον, τιμὴ 𐅃𐅂ΙΙΙΙ𐅁· σφῆνας ἐπριάμεθα σιδηροῦς |
| τέτταρας· εἰς τούτους ἐπριάμεθα σιδήρου μνᾶ[ς] τετταράκοντα πέντε, τιμὴ Δ𐅃𐅂𐅂𐅂· Δεξίωι ποιήσαντι τοὺς σφῆνας μισθὸς ․․· | |
| Φιλωνίδηι τοῦ Ἀσκληπιείου δόσιν ἔδομεν κατὰ τὴν συγγραφὴγ κελευόντ[ω]ν ἐπιμελητῶγ καὶ ἀρχιτέκτονος δραχμὰς Η𐅄[․․․․]· | |
| Ἡρακλείδηι ὀξυσμάτων τῶν εἰς τὸν ἐνιαυτὸν 𐅃𐅂𐅂𐅂𐅂· τὴγ κόπρον τῶν περιστερῶν ἀνακαθάρασι καὶ ἐξενέγκασιν 𐅂𐅂𐅂[․․․․․․] | |
| οἰκοδομήσαντι τὴγ γωνίαν τοῦ Ἀρτεμι[σί]ου 𐅂· Δημοφίλωι τὸ διόρυγμα το[ῦ] Ἀρτεμισίου οἰκοδομήσαντι 𐅂𐅂𐅂𐅂· κε[ραμίδων] | |
| 85 | ζεύγη ἐπριάμεθα ἐΞύρου {²⁶ἐξ Σύρου}²⁶ ἑβδομήκον[τα], τὸ ζεῦγος [ΙΙΙΙ𐅁], ἡ πᾶσα τιμὴ 𐅄𐅂𐅂ΙΙΙ [κομίσαντι? ναῦλλο]ν Δ𐅂𐅂𐅂ΙΙΙ𐅁//· ἀπὸ τούτων [κατεχρησά]- |
| μεθα ἐπὶ τὸν οἶκον τὸν Δηλί[ων κα]ὶ ἐπὶ τὸν Ἰνωπὸν ζ̣ε[ύγη — —c.20— — ζ]εύγη δέκα δύο {α} ἐπὶ τὸ Ἡ[ραῖον?] | |
| ζεύγη δέκα [— — — — — — — — — — — — — — — — — — — — — — — —] #⁷ρατι[— — — — — — — — —] | |
| ἐκκαθάρ[α — — —] | |
| #⁷#⁷ | |
| face B left.1 | μηνὸς Βουφονιῶνο[ς], |
| κατὰ ψήφισμα το[ῦ] | |
| δήμου, εἰσι̣ό̣ν[τος] | |
| ἐδανείσαμεν | |
| 5 | τοῖς προδανεισ- |
| ταῖς Τιμησιδήμωι | |
| Ἀντικράτους, Θε- | |
| οδότωι Ἱππο[τά]- | |
| δεω, Ἱερομβρότωι | |
| 10 | Μνησικλέους, Ἡγη- |
| σαγόραι Ἀναξιμέ- | |
| νους, Διοδότωι Στη- | |
| σίλεω, Δημέαι Πυ- | |
| [θ]οκλέους, Καλλισ- | |
| 15 | θ̣ένει Θεωρύλου, |
| καὶ ἐγγυηταῖς τού- | |
| των Πλεισταινέ- | |
| τωι Τελέσωνος, | |
| Διδύμωι Καλλιδίκ̣(ου), | |
| 20 | [Γερ]ύλλωι Πιστοξέ(νου), |
| [Φα?]νέαι Δέξιδος, | |
| [Δημ?]οτέλει Σω- | |
| [κλέ?]ους, Ξένωνι | |
| [Τε]λέσωνος, Ἀντ[ιγ]- | |
| 25 | [ό]νωι Ἀνέκτου, |
| ἀργυρίου δραχμὰ[ς] | |
| ΜΜΧΧΧΧ𐅅ΗΗΗΗ | |
| 𐅄ΔΔ𐅃 κατὰ τὸν νό̣- | |
| μογ καὶ κατὰ συγ- | |
| 30 | γραφὴν τὴγ κει- |
| μένην παρὰ Ἀμπυκ[ί]- | |
| δ[η]ι· τούτου ἀποδ[ε]- | |
| δώκασι τοῖς ἐπ’ ἄρ- | |
| χοντος Γλαυκιάδ[ου] | |
| 35 | ἱεροποιοῖς Φιλαίθ[ωι] |
| Εὐκλείδηι δραχμ- | |
| ὰς Μ𐅆ΧΧΧ𐅅ΗΗΗ | |
| 𐅄ΔΔ𐅃𐅂𐅂𐅂𐅂Ι𐅁· τὸ δὲ | |
| [λ]οιπὸν ἀργύριον κ[αὶ] | |
| 40 | [τ]ὸν τόκον τὸγ γινό- |
| μενον παντὶ τῶι | |
| ἀργυρίω[ι] ὀφείλου- | |
| σι τῶι θεῶι οἱ προδα- | |
| νεισταὶ καὶ οἱ ἐγγυ- | |
| 45 | ηταί. {²vac.}² |
IG XI,2
158