— — — | |
1 | [ἐπὶ — — —]ή̣ρου ἄρχ[ον]τος εἰς τέ[τταρα ἔτη? τὰ] |
[μισθώ]ματα κατ’ ἐνιαυτὸν ἀποδιδόναι οἵδε ἀ[πέδοσαν]· | |
Λειμῶνος Ἕρμων Κλεοκ<ρ>ίτου 𐅅ΗΗ𐅄ΔΔΔ𐅂· τοῦ Λυκων[εί]- | |
ου Σαρπηδὼν Καρνείου ΗΔΔ· τῆς Σολόης Ἀμφέας Ἀρι- | |
5 | στέου ΗΗΔΔΔΔ· Φοινίκων Πασίτιμος Ξενομήδους |
𐅅ΗΗΗΔ· τοῦ Ἱπποδρόμου καὶ τῆς Ἀφέσεως Σαρπηδὼν | |
Καρνείου 𐅅ΗΗΔΔ· τῆς Χαρητείας Ἡγήμων Χ𐅅ΗΗ𐅄· Πανόρ- | |
μου Ἵερος Φανοδίκου 𐅅ΗΗ𐅄· τῆς Σκιτωνείας Εὐέλθων | |
Λυσαγόρου 𐅅𐅃𐅂· τῆς Χαιρωνείας Μάχων Πραξιμένο[υς] | |
10 | Χ𐅄· τῆς ἐπὶ Πορθμῶι Θεόδωρος Ἀριστάρχου ΧΗΗ· |
τῆς ἐν Πύργοις Μένανδρος Πραξιμένους 𐅅ΗΗΗ𐅄Δ | |
ΔΔΔ· τῆς ἐν Διονυσίωι Ὀνομακλείδης Μνησίλεω | |
𐅅ΗΗ𐅄· τῆς ἐν Λίμναις Κλεόκ<ρ>ιτος Ἰφιάνακτος 𐅅ΗΗ𐅄ΔΔ· | |
Νικοῦ χώρου [Γνω]σίδικος Ἡρακλείδου ΗΗΗΗΔΔΔΔ· τῆς ἐν Ῥά- | |
15 | μνοις Γνωσίδικος Ἡρακλείδου 𐅅ΗΗΗ. κεφάλαιον ἐνηρο- |
σίων Τ𐅆𐅅𐅄ΔΔ𐅂𐅂𐅂. τόκους οἵδε ἔθεσαν· Γερύλλου κληρο- | |
νόμοι ὑπὲρ τῆς συνοικίας ΔΔΔΙΙΙ· Θεόφ̣ρ̣αστος Θεο[φρ]ά[σ]- | |
του ὑπὲρ Ὑψοκλέους Χ̣ΔΔΔΔ𐅂ΙΙΙΙ· Ἀρίγνωτος ὑπὲρ Ὑψο- | |
[κ]λέου<ς> ΔΔΙΙΙΙΙ· Ἀστίου κληρονόμος ὑπὲρ Πιστοξένο[υ] | |
20 | [Χ]ΧΔ· Εὐκλείδης Ξενωφέλους Η𐅄ΔΔ𐅃· Εὐκλείδης Ξε[νω]- |
[φέ]λους τόκου ὑπὲρ τοῦ χρέως οὗ ὤφειλεν Χ· Θεόκρ[ι]- | |
[τ]ος Ἀγασικλέους ὑπὲρ Ἀγασικλέους τόκον ΗΔΔΔ· Θαρσύ- | |
[νω]ν Ἱερογν̣ώτου ὑπὲρ τῆς γῆς τῆς Ἐπισθενείας τό[κ]ον ΗΗ· Λυσίξε- | |
[ν]ος Ἀριστοβούλου τοῦ μισθώματος οὗ ὤφειλεν αὐ- | |
25 | τ̣ῶν ὁ πατὴρ Ἀριστόβουλος τῆς γῆς τῆς ἐπὶ Πορθμῶι κα- |
τέβαλε τὸ καθ’ ἕτος μέρος 𐅅· Ἕρμων Κλεοκρίτου τόκο[ν] | |
ὑπὲρ Σωσιμάχου Η𐅄· Σῖμος πορφύρας τῆς πε[ρὶ τὴν] Ῥ̣ήνε<ι>α̣[ν] | |
τὴν ἱερὰν 𐅅Η𐅄· περιστερῶν κόπρος ΔΔ𐅃𐅂𐅂𐅂. κεφάλαι- | |
ον οὗ παρελάβομεν σὺν ὧι αὐτοὶ εἰσεπράξαμεν | |
30 | 𐅈ΤΤΤΤ𐅆𐅅ΗΗΗ𐅄Δ𐅂ΙΙΙΙ. ἀπὸ τούτου εἰς ἐπισκευὴν |
τῶν ἱερῶν ἀνάλωμα Χ𐅅Η𐅄ΔΔ𐅃𐅂𐅂𐅂. βουλῆι καὶ ἱερο- | |
[π]οιοῖς παρέδομεν τοῖς ἐπὶ Διαίτου ἄρχοντος Ἀφθο- | |
[ν]ήτωι Ξενοκλείδου, Θεοξένωι Ἀνασχέτου, παρό[ν]- | |
[τ]ω<ν> τῶν βο<υ>λευτῶν καὶ τοῦ γραμματέως τῆς πό- | |
35 | λεως καὶ τοῦ τῶν ἱεροποιῶν ἀργυρίου νομίσματ[ος] |
[𐅈]ΤΤΤΤΧΧΧΧΗ𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙΙ καὶ ἀλεξανδρείους | |
[χ]ρυσοῦ<ς> πεντήκοντα. τάδε ἐφ’ ἡμῶν ἀνεθέθη· | |
Ἀμύντας Μακεδὼν ἀνέθηκε ποτήριον βοὸς προ- | |
τομὴν καὶ φιάλην ἀργυρᾶν· Ἀνδροκλῆς Ἀμαθούσιος | |
40 | βασιλεὺς στέφανον χρυσο<ῦ>ν ἀνέθηκε εἰς τὸν νεὼ |
τοῦ Ἀπόλλωνος. vac. |
IG XI,2
135