[ ] Delos — 314-302 BC
See also:
                 — — —
1 [ἐπὶ — — —]ή̣ρου ἄρχ[ον]τος εἰς τέ[τταρα ἔτη? τὰ]
[μισθώ]ματα κατ’ ἐνιαυτὸν ἀποδιδόναι οἵδε ἀ[πέδοσαν]·
Λειμῶνος Ἕρμων Κλεοκ<ρ>ίτου 𐅅ΗΗ𐅄ΔΔΔ𐅂· τοῦ Λυκων[εί]-
ου Σαρπηδὼν Καρνείου ΗΔΔ· τῆς Σολόης Ἀμφέας Ἀρι-
5 στέου ΗΗΔΔΔΔ· Φοινίκων Πασίτιμος Ξενομήδους
𐅅ΗΗΗΔ· τοῦ Ἱπποδρόμου καὶ τῆς Ἀφέσεως Σαρπηδὼν
Καρνείου 𐅅ΗΗΔΔ· τῆς Χαρητείας Ἡγήμων Χ𐅅ΗΗ𐅄· Πανόρ-
μου Ἵερος Φανοδίκου 𐅅ΗΗ𐅄· τῆς Σκιτωνείας Εὐέλθων
Λυσαγόρου 𐅅𐅃𐅂· τῆς Χαιρωνείας Μάχων Πραξιμένο[υς]
10 Χ𐅄· τῆς ἐπὶ Πορθμῶι Θεόδωρος Ἀριστάρχου ΧΗΗ·
τῆς ἐν Πύργοις Μένανδρος Πραξιμένους 𐅅ΗΗΗ𐅄Δ
ΔΔΔ· τῆς ἐν Διονυσίωι Ὀνομακλείδης Μνησίλεω
𐅅ΗΗ𐅄· τῆς ἐν Λίμναις Κλεόκ<ρ>ιτος Ἰφιάνακτος 𐅅ΗΗ𐅄ΔΔ·
Νικοῦ χώρου [Γνω]σίδικος Ἡρακλείδου ΗΗΗΗΔΔΔΔ· τῆς ἐν Ῥά-
15 μνοις Γνωσίδικος Ἡρακλείδου 𐅅ΗΗΗ. κεφάλαιον ἐνηρο-
σίων Τ𐅆𐅅𐅄ΔΔ𐅂𐅂𐅂. τόκους οἵδε ἔθεσαν· Γερύλλου κληρο-
νόμοι ὑπὲρ τῆς συνοικίας ΔΔΔΙΙΙ· Θεόφ̣ρ̣αστος Θεο[φρ][σ]-
του ὑπὲρ Ὑψοκλέους Χ̣ΔΔΔΔ𐅂ΙΙΙΙ· Ἀρίγνωτος ὑπὲρ Ὑψο-
[κ]λέου<ς> ΔΔΙΙΙΙΙ· Ἀστίου κληρονόμος ὑπὲρ Πιστοξένο[υ]
20 [Χ]ΧΔ· Εὐκλείδης Ξενωφέλους Η𐅄ΔΔ𐅃· Εὐκλείδης Ξε[νω]-
[φέ]λους τόκου ὑπὲρ τοῦ χρέως οὗ ὤφειλεν Χ· Θεόκρ[ι]-
[τ]ος Ἀγασικλέους ὑπὲρ Ἀγασικλέους τόκον ΗΔΔΔ· Θαρσύ-
[νω]ν Ἱερογν̣ώτου ὑπὲρ τῆς γῆς τῆς Ἐπισθενείας τό[κ]ον ΗΗ· Λυσίξε-
[ν]ος Ἀριστοβούλου τοῦ μισθώματος οὗ ὤφειλεν αὐ-
25 τ̣ῶν ὁ πατὴρ Ἀριστόβουλος τῆς γῆς τῆς ἐπὶ Πορθμῶι κα-
τέβαλε τὸ καθ’ ἕτος μέρος 𐅅·  Ἕρμων Κλεοκρίτου τόκο[ν]
ὑπὲρ Σωσιμάχου Η𐅄· Σῖμος πορφύρας τῆς πε[ρὶ τὴν] Ῥ̣ήνε<ι>α̣[ν]
τὴν ἱερὰν 𐅅Η𐅄· περιστερῶν κόπρος ΔΔ𐅃𐅂𐅂𐅂. κεφάλαι-
ον οὗ παρελάβομεν σὺν ὧι αὐτοὶ εἰσεπράξαμεν
30 𐅈ΤΤΤΤ𐅆𐅅ΗΗΗ𐅄Δ𐅂ΙΙΙΙ. ἀπὸ τούτου εἰς ἐπισκευὴν
τῶν ἱερῶν ἀνάλωμα Χ𐅅Η𐅄ΔΔ𐅃𐅂𐅂𐅂. βουλῆι καὶ ἱερο-
[π]οιοῖς παρέδομεν τοῖς ἐπὶ Διαίτου ἄρχοντος Ἀφθο-
[ν]ήτωι Ξενοκλείδου, Θεοξένωι Ἀνασχέτου, παρό[ν]-
[τ]ω<ν> τῶν βο<υ>λευτῶν καὶ τοῦ γραμματέως τῆς πό-
35 λεως καὶ τοῦ τῶν ἱεροποιῶν ἀργυρίου νομίσματ[ος]
[𐅈]ΤΤΤΤΧΧΧΧΗ𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙΙ καὶ ἀλεξανδρείους
[χ]ρυσοῦ<ς> πεντήκοντα. τάδε ἐφ’ ἡμῶν ἀνεθέθη·
Ἀμύντας Μακεδὼν ἀνέθηκε ποτήριον βοὸς προ-
τομὴν καὶ φιάλην ἀργυρᾶν· Ἀνδροκλῆς Ἀμαθούσιος
40 βασιλεὺς στέφανον χρυσο<ῦ>ν ἀνέθηκε εἰς τὸν νεὼ
τοῦ Ἀπόλλωνος. vac.
Search Help