1 | [ἐπ’ ἄρχοντος] Τιμοξένου τοῦ Τιμοξ[ένου ὑγίεια ἐγέ]- |
[ν]ετο καὶ εὐετηρία· καὶ οἵδε ἐχορή[γησαν· εἰς Ἀπολλώ]- | |
[ν]ια παίδων· Ποσείδικος Ποσειδίκ[ου, Μενεκρά]- | |
της Μενεκράτου, Φιλοκλῆς Θεοδό[του, — — — —] | |
5 | Αὐτοκλέους· ἐνίκων Ποσείδικος, Μεν[εκράτης· εἰς] |
Διονύσια παίδων· Διάκριτος Τιμοφῶντος, [Τελε]- | |
σαρχίδης Τελεσαρχίδου, Διακτορίδης Θε[ωρύ]- | |
λου, Νικίας Τιμοκλέους· ἐνίκων Διάκριτος, Τ[ε]- | |
λεσαρχίδης· κωμωιδῶν· Σῖμις Ἐρητυμένο[υ], | |
10 | Σαρπηδὼν Σαρπηδόνος, μέτοικος Ζώπυρος, |
Πόλυβος Μενύλλου, Τηλέμνηστος Μνησιμά- | |
χου, μέτοικος Σωτήριχος· ἐνίκων Σῖμις, Σαρ- | |
πηδών, Ζώπυρος. vvv καὶ τάδε παρέλαβον πα- | |
ρὰ Θεοδώρου τοῦ πρότερον ἄρχοντος καὶ παρέ- | |
15 | δωκα τῶι μετ’ ἐμαυτὸν ἄρχοντι Ἀμφικλεῖ· φιά- |
λην χρυσῆν ἣν ἀνέθηκε βασιλεὺς Φίλιππος· ἀρ- | |
γυρᾶς φιάλας γοργιείους ἑπτὰ ἐπ’ ἀρχόντων | |
[Τ]ελεσαρχίδου, Φωκαιέως, Δημάρου, Ξενοτίμου, | |
Οἰνέως, Φωκαιέως, Πολυξένου· ποτήρια βου- | |
20 | λῆς τῆς ἐπ’ ἄρχοντος Δημάρου· στησίλειον ἄρ- |
χοντος Δημάρου, ἱεροποιῶν δὲ Συνωνύμου καὶ | |
Κρίττιος· φιλωνίδειον ἄρχοντος Δημάρου βου- | |
λῆς τῆς ἐπ’ ἄρχοντος Φωκαιέως, ἐπιστατοῦν- | |
τος Διακτορίδου· μικύθειον ἄρχοντος Ξενοτί- | |
25 | μου, ἐπιστατοῦντος Μειλιχίδου· μικύθειον ἄρ- |
χοντος Ξενοτίμου, ἱεροποιῶν δὲ Ἀμφοτεροῦ, | |
Πολυξένου, Σιλήνου, Φιλίππου· φιλωνίδειον | |
ἄρχοντος Οἰνέως, ἐπιστατοῦντος Φιλωνύ- | |
μου· μικύθειον ἄρχοντος Οἰνέως, ἱεροποιῶν δὲ | |
30 | Δημητρίου, Μειλιχίδου· φιλωνίδειον ἄρχοντος |
Οἰνέως, ἱεροποιῶν δὲ Ἄμνου, Χαρικλείδου, Ἀγοράλ- | |
λου, Χαρίλα· φιλωνίδειον ἄρχοντος Οἰνέως· μι- | |
κύθειον ἐπιστατοῦντος Ἀπατουρίου βουλῆς | |
τῆς ἐπ’ ἄρχοντος Φωκαιέως· μικύθειον ἐπιστα- | |
35 | τοῦντος Ἀναξάνδρου, ἄρχοντος Φωκαιέως· μι- |
κύθειον ἐπιστατοῦντος Μνησικλείδου, ἄρχον- | |
τος Φωκαιέως, ἱεροποιῶν δὲ Λύσου, Ἀριστοβούλου, | |
{λου} Δημοχάρου, Δημοδόκου· φιλωνίδειον βου- | |
λῆς τῆς ἐπ’ ἄρχοντος Φωκαιέως· στησίλειον ἄρ- | |
40 | χοντος Φωκαιέως, ἱεροποιῶν δὲ Εὐβοέως, Παρ- |
μενίωνος· φιλωνίδειον ἄρχοντος Πολυξένου, ἱε- | |
ροποιῶν δὲ Τιμοξένου, Θεοδώρου· φιλωνίδειον | |
βουλῆς τῆς ἐπ’ ἄρχοντος Πολυξένου· στησίλει- | |
α δύο βουλῆς τῆς ἐπ’ ἄρχοντος Πολύβου· στησί- | |
45 | λειον ἄρχοντος Πολύβου· μικύθειον ἐπιστα- |
τοῦντος Διακτορίδου, ἄρχοντος Παρμενίωνος· | |
μικύθειον ἐπιστατοῦντος Πεισικράτου· ποτή- | |
ριον στησίλειον βουλῆς τῆς ἐπ’ ἄρχοντος Παρ- | |
μενίωνος καὶ ἐφ’ ἱεροποιῶν Γλαύκ[ω]νος καὶ Ἀν- | |
50 | δρομένου, ἄρχοντος δὲ Παρμενίω[ν]ος· φιλωνί- |
δειον ἐπιστατοῦντος Ἐμπέδου· φιά[λ]ην γοργίει- | |
ον ἐπιστατοῦντος Ἱέρωνος· ποτήρ[ιο]ν μικύθει- | |
ον {μικύθειον} ἐπιστατοῦντος Ξενοκρίτου· ποτή- | |
ριον φιλωνίδειον· φιάλην γοργίειον ἱεροποιῶν | |
55 | τῶν ἐπ’ ἄρχοντος Πολύβου, ἄρχοντ[ο]ς Θ[ε]οδώ- |
ρου· ποτήριον στησίλειον βουλῆς τῆς ἐπ’ ἄρχον- | |
τος Περιάνδρου, ἄρχοντος Περιάνδρου· π[ο]τήρι- | |
ον μικύθειον ἐπιστατοῦντος Δημοκ[ρ]ί[τ]ου τοῦ | |
Τιμοκράτου, ἱεροποιῶ[ν] Φωκίωνος καὶ Χαριστί- | |
60 | ου, ἄρχοντος Περιάνδρου· ποτήριον φιλωνί- |
δειον, ἐπιστ[α]τοῦ[ν]το[ς] Δημ[ο]κρίτου το[ῦ] Δημο- | |
κράτου· φιάλ[η]ν γοργίει[ον ἐπι]στατοῦντος Διογέ- | |
νου τοῦ Νικ[άν]ο̣ρος. καὶ τὰ παραδοθέντα ἐπὶ | |
[τ]ῆς ἐμῆς ἀ[ρχῆ]ς· ποτήριον βουλῆς τῆς ἐπ’ [ἄ]ρχοντος | |
65 | [Θε]οδώρ[ου] στ[ησ]ίλε[ι]ον ἐπιστατοῦντος vac. c.8 |
vac. c.13 ἄλλο μικύθειον [ἐ]πιστατοῦντος | |
Μνησικλε[ί]δου τοῦ Ε̣[ὐ]ά̣[νδρ]ο̣υ̣, ἱεροπ[οιῶ]ν Ἐ[π]ι<τρο>φῶντος | |
Ἀλεξίκου, ἄρχο[ντο]ς [Περιάνδ?ρο]υ· φι[λωνί]δειον ἐπι- | |
στατοῦντος Ἀ[ρισ]τολ[όχου?· φ]ι[ά]λη[ν γοργ]ίειον ἐπιστα- | |
70 | [τ]οῦντος Φιλλά[κ]ου το[ῦ Ε]ὐφ[ρα]γό̣[ρ]ο̣υ̣? |
καὶ οἵδε ἠγωνίσαντο [τῶι θεῶι· αὐλητή]ς· Περιγένης· | |
ἐνίκα μετὰ χοροῦ Καλ̣[λί]σ̣[τρ]α̣[τος? ․․․․]ο̣υ̣, Ν̣ί̣κ̣ανδρος· | |
[τ]ραγωιδοί· Μενέδημος, Εὐκράτης — — — — — — — — — — — | |
․ω̣ν, Φίλων, Αὐτοκράτης, Λ̣Γ̣Μ̣[—c.8— κιθαριστ]αί· | |
75 | [Κ]ριτόξενος, Ἱεροκλῆς· μετ[ὰ] χορο[ῦ Στρά?]των, Ἑ[ρμ]ῶ- |
ναξ· κιθαρωιδοί· Διονύσιο[ς, Δ]ράκων, Δ̣η̣μ̣ή̣τρ[ιο]ς· κ[ω]- | |
μωιδοί· Θαρσύνων, Ἡρό[στρ]ατος, —c.8— ος· α[ὐλωι]- | |
δός· Ἀθηνίκων· θαυματ[οπο]ιο[ί ․․․․․․․]ο̣ς, Ζ[ω]ΐ[λος?] | |
δίς, Ἀρτεμὼ δίς, Ἀρτεμ[ίδ]ωρο[ς] δ̣[ίς? Ἀπο]λλώ[νιος δίς?]· | |
80 | ὀρχηστής· Σῶσ̣ος δίς· νευροσπά[σται — — — — — — — — — — —] |
σίων· ῥωμαϊστής· Ἀγαθόδωρος. vac. |
IG XI,2
133