[ ]
Delos — 263 BC
1 | [ἐπὶ Ἀρχεδάμα ἄρχοντος, ὑγίεια καὶ] |
[εὐετηρία ἐγέ]νε[το· καὶ οἵδε ἐχορήγησαν] | |
[εἰς Ἀπολλώνι]α #⁷— — — — — — — — | |
․․․․․ Δημοσῶν Φί[λωνος? — — — —]κλέους, | |
5 | ․․․․․Σ․․․ΟΥ· vac. |
[εἰς Διον]ύσια παίδων· [Σωσίστρατος?] Ἀμφίου, | |
[Τελέσ?]ανδρος Παρμενίω[νος — — — — Κ]λεοδίκου | |
Ἀπατούριος Ἀπατουρί[ου]· vac. | |
[κωμωιδῶν· Λυ?]σῆς Δημο[λύτου, Πάχ]η̣ς Ἀναξιθέμιδος, | |
10 | Νικοκλῆς [Ν]αυσίου, Σωσία[ς ․․․․․․․]ου, vac. |
ἐγ μετοίκων Ἀρτεμίδω[ρος Ἀπολλ]ωνίου, Διονύσιος· | |
τραγωιδῶν· Δεινομένης [Λεωφ]άντου, Μνησικλῆς | |
Μνησικλέους, Τιμησίδημος Λυσιδ[ή]μου, Οἰνεὺς Θέρσιδος, | |
ἐγ μετοίκων Ἀπολλόδωρος παντοπώλης, Κο̣λλῆς. | |
15 | καὶ τάδε ἀργυρώματα παρέδωκα Ἐλπίνει τῶι ἄρχοντι· |
κανοῦν, θυμιατήριον, κάδον, ψυκτῆρα, δῖνον, οἰνοχόας δύο, | |
λιβανωτίδα, κυάθους δύο, ἀρυσᾶν, ἀποθηρευτήν, φιάλην, | |
ῥοδιακὰς δύο, ἄλλας ῥοδιακὰς πέντε, τηιουργῆ δύ[ο], | |
χιουργές, πλατείας πέντε, σκύπφον, μ[άν]ας δύο, | |
20 | καπηλικὰς δύο, χυτρίδα. vac. |
οἵδε ἐπεδείξαντο τῶι θεῶι· αὐλητής· Ἀντιγενείδας· | |
κιθαρωιδοί· Μεγιστοκλῆς, Ἀνδρέα̣ς Τεγεάτης· | |
κιθαριστής· Ἀντιφάνης· | |
κωμωιδοί· Ἐργόφιλος, Φανύλος, Παρίων, Ἐρί̣τιμος, | |
25 | Φιλωνίδης, {Ι} Νικόλοχος Ἀρκάς· |
κωμωιδοποιός· Νικόμαχος Ἀθηναῖος· | |
τραγωιδός· Θεόδωρος· | |
θαυματοποιός· Κλεοπάτρα. |