IG XI,2 108
[ ] Delos — 279 BC
1    ἐπὶ Ὑψοκλέους ἄρχοντος ὑγίεια καὶ
   εὐετηρία ἐγένετο·
   καὶ οἵδε ἐχορήγησαν εἰς Ἀπολλώνια·
  Ὑψικλῆς Πατροκλέος, —— Ἡρόστρατος
5    Κια․θου, —— Πιστόξενος Φωκαέως,
   Χαρίλας Ἀντιγόνου·
εἰς Διονύσια παίδων· Θεόφραστος Εἰδοκρίτου,
   Οὐ̣[λ]ιάδης Κόνωνος, —— Ἀμπιθάλης Κριτίου,
   Τιμησίδημος Λυσιξένου·
10 τραγωιδῶν· Φίλων Ἀλέξιδος, —— Τιμησίδημος
   Πολυστράτου, Τίμ̣ω[ν] Χάρμου, ——  [Ἀ]χαιὸς Χαρίλα·
   ἐγ μετοίκων Σωτάδας, Ἀντιγένης·
κωμωιδῶν· Ἀπήμαντος Ἀρκέοντος,
   Μνήσαλκος Μνησάλκου, —— Ἀντικράτης Τιμησιδή(μου),
15    Δεινοκράτης Λεωφάντου·
   ἐγ μετοίκων Δήλικος Δριμάκου, —— Ῥόδων.
καὶ οἵδε ἐπεδείξαντο τῶι θεῶι· τραγωιδοί·
   Νικόλαος Ἠπειρώτης —— δίς, —— Δράκων Ταραντῖνος,
  Ἀκέσιος Ῥόδιος, —— Κλεόδωρος·
20    κωμωιδοί· Τελέσων Μεγαρεύς, —— Σιμίας Ἀθηναῖος,
   Κηφίσιος  Ἑστιαιεύς, —— Ἀριστοφάνης Σολεύς·
   αὐλητής· Τιμόστρατος Κυζικηνός·
   κιθαρωιδός· Κλέων Σικυώνιος, —— Ἀθήναιος·
   κιθαρισταί· Ξενοκράτης· —— Ἀθηναῖος,
25    Εὐάνθης Μηθυμναῖος.
Search Help