[ ] Delos — 284 BC
1 ἐπὶ Ἀριστοκρίτου ἄρχοντος ὑγίεια καὶ
  εὐετηρία ἐγένετο·
  οἵδε ἐχορήγησαν εἰς Ἀπολλώνια·
  Στησίλεως Διοδό[τ]ου, Θεόφραστος Θεογνώτου,
5  Ἀνάσχετος Ἑρμίου, Ἄλεξις Φίλωνος·
εἰς Διονύσια παίδων· Ἀντιφάνης Ἐλπίνου,
  Θεωρύλος Διακτορίδου, Ἀπατούριος Λάμπωνος,
 Ἀνδρόλας Σάττου· κωμωιδῶν· Ἐπιγένης Ἀριστοξένου,
  Φανόδικος Θεαίου, vac. ἐγ μετοίκων Κόνων,
10   Χαρικλείδης Ἀγαθάρχου, Χαρικλείδης Ἀριστάκου,
  ἐγ μετοίκων Πόρος· τραγωιδῶν·
  Καλλίας Ἀντιπάτ[ρου], Θεοφάνης Θεοφάνους,
  ἐγ μετοίκων Μ̣ε̣․․․σ̣ιος,
  Εὔθυμος Ἐρασίππου, [Δ]εινοκράτης Λεωφάντου,
15   ἐγ μετοίκων Ἀρτεμίδωρος.
οἵδε ἐπεδείξαντο τῶι θεῶι ἐπὶ Ἀριστοκρίτου ἄρχοντος·
  τραγωιδοί· Θεόδωρος Μεγαρεύς,
Φιλοκλείδης Χαλκιδεύς·
  κωμωιδοί· Τελέστης Ἀθηναῖος,
20   Σαννίων δίς, vac. Δεξίλαος,
  Διόδωρος Ἀθηναῖος, Διόδωρος Σινωπεύς·
  αὐληταί· Καφισίας Θηβαῖος·
  κιθαρωιδοί· Μέμνων Ἀθηναῖος,
  Ξενοκράτης Ἀμβρακιώτης, Φιλόδαμος·
25 [ψ]άλτης· Διομήδης Μηθυμναῖος·
  κιθαριστής· Ἐπικράτης Ἀργεῖος Τελλ̣ηνοκράτης·
  ῥαψωιδοί· Ἀρχέλας Θετταλός,
  Γλαῦκος Ἀθηναῖος.
Search Help
Contact Us