ID 88
[ ] Delos — 368, 362 BC
1 θεοί. Πυθοδώρωι Ἡραίππο προξενία Δηλίωι.
ἐπὶ Λυσιστράτο ἄρχοντος {²⁸369/8 bc}²⁸, ἐπὶ τῆς Λεωντίδος
ἐνάτης πρυτανείας, Ἀριστείδης Στρεφένεω Κυδα-
θηναιεὺς ἐγραμμάτευε, Σμικρίας Ἀθμονεὺς ἐπεστά-
5 τει· Φοξίας εἶπεν· ἐψηφίσθαι τῆι βουλῆι, τὸς προέδρο-
ς οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν πρώτην ἐκκλησί-
αν προσαγαγεῖν Πυθόδωρον τὸν Δήλιον, γνώ-
μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον
ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ ἀνὴρ ἀγαθός ἐστι
10 Πυθόδωρος ὁ Δήλιος περὶ τὰ [χ]ρήματα τὰ το͂ θεο͂
καὶ τὸν δῆμον τὸν Ἀθηναίων, εἶναι αὐτὸν πρόξε-
νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ
αὐτὸν καὶ ἐκγόνος αὐτο͂· ἐ[π]αινέσαι δὲ Πυθόδω-
ρον τὸν Δήλιον καὶ κ[α]λέσ[α]ι ἐ[πὶ] ξένια εἰς τὸ πρυτα-
15 νεῖον εἰς τρίτην ἡμέραν. Ἐπικράτης εἶπεν· τὰ μὲν ἄλ-
λα καθάπερ τῆι βουλῆι, ἐπιμελεῖσθαι δὲ τὴν βουλὴν
[α]ὐτο͂ τὴν ἀεὶ βουλεύοσαν καὶ τὸς στρατηγὸς τὸ-
ς ἀεὶ στρατηγο͂ντας καὶ τὸς Ἀμφικτύονας τὸ-
ς ἀεὶ ἀμφικτυονεύοντας ἐν Δήλωι ὅπως ἂν αὐ-
20 τὸν μηδεὶς ἀ[δικ]ῆι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν
στήληι λιθίνηι τὸν γραμματέα τῆς βουλῆς καὶ στῆσαι
ἐν ἀκροπόλει· ἀναγράψαι δὲ τὸν γραμματέα
τῶν Ἀμφικτυόνων ἐν στήληι λιθίνηι ἀντίγ-
ραφον καὶ στῆσαι ἐν τῶι ἱερῶι τῶι Ἀπόλλωνος
25 ἐν Δήλωι· εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι τῆς στήλη-
[ς] τοὺς Ἀμφικτύονας ἐκ τῶν χρημάτων τῶν εἰσ-
πραττομένων παρὰ τῶν τὰς δίκας ὀφλόντων.
               vacat
ἐπὶ Χαρικλείδο ἄρχοντος {²⁸363/2 bc}²⁸, [ἐπὶ τῆς Ἱπποθ]ω̣ντίδος ἑβδό-
μης πρυτανείας, [— — —  — — — Ἀφι]δναῖος ἐπεστάτει, Νι[κ]-
30 όστρατος Παλλ[ηνεὺς ἐγραμμάτευε]ν· Ἀνδρομένης εἶπε·
περὶ δὲ τῆς ἀδελφῆς [τῆς Πυθοδώρου] καὶ τοῦ ἀδελφιδο[ῦ τ]-
οῦ Πυθοδώρο[υ δεδόχθαι· ἐπειδή ἐστιν χρήσιμ]ος ἀνὴρ ἐ-
ν ταῖς νήσοις [․․․․․ος, εἶναι καὶ ․․․․․ωι τῶι ἀ]δελφι[δ]-
ῶι τῶι Πυθο[δώρου τὴν προξενίαν· καὶ ἀναγράψαι ․․․․․]-
35 ο͂ τοὔνομα [εἰς τὰς στήλας τὰς Πυθοδώρου, εἰς] μὲν τὴν
[ἐ]ν ἀκροπόλει τὸν γραμματέα τῆς βουλῆς, εἰς δὲ τὴν
[ἐ]ν Δήλωι τὸν γραμματέα τῶν Ἀμφικτυό[νων].
Search Help
Contact Us