[ ]
Delos — 350-300 BC
1 | ἐπὶ Πραξιτέλους ἄ[ρχ]οντος [τ]ῆς πόλε[ως] |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι Ἀρετ[α]- | |
κλῆ Γλυκωνίδαο Ἰήτην πρόξενον εἶναι | |
Δηλίων καὶ εὐεργέτην αὐτὸν καὶ ἐκγό- | |
5 | νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν, |
προεδρίαν, πρόσοδον πρὸς τὴμ βουλὴν | |
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχεν | |
δὲ αὐτοῖς καὶ τἄλλα ὅσαπερ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις τῆς πόλεως | |
10 | τῆς Δηλίων. vac. |