ID 76
[ ] Delos — 350-300 BC
1 ἐπὶ Πραξιτέλους ἄ[ρχ]οντος [τ]ῆς πόλε[ως]
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι Ἀρετ[α]-
κλῆ Γλυκωνίδαο Ἰήτην πρόξενον εἶναι
Δηλίων καὶ εὐεργέτην αὐτὸν καὶ ἐκγό-
5 νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν,
προεδρίαν, πρόσοδον πρὸς τὴμ βουλὴν
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχεν
δὲ αὐτοῖς καὶ τἄλλα ὅσαπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τῆς πόλεως
10 τῆς Δηλίων. vac.
Search Help
Contact Us