[ ]
Delos — 350-300 BC
| 1 | ἐπὶ Πραξιτέλους ἄ[ρχ]οντος [τ]ῆς πόλε[ως] |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι Ἀρετ[α]- | |
| κλῆ Γλυκωνίδαο Ἰήτην πρόξενον εἶναι | |
| Δηλίων καὶ εὐεργέτην αὐτὸν καὶ ἐκγό- | |
| 5 | νους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν, |
| προεδρίαν, πρόσοδον πρὸς τὴμ βουλὴν | |
| καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχεν | |
| δὲ αὐτοῖς καὶ τἄλλα ὅσαπερ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις τῆς πόλεως | |
| 10 | τῆς Δηλίων. vac. |