[ ] Att. — s. III p.?
1 θειολόγου Λαίτοιο μετάρσιον ὕμνον ἀκούσας
οὐρανὸν ἀνθρώποις εἶδον ἀνοιγόμενον.
εἰ κατὰ Πυθαγόραν ψυχὴ μεταβαίνει ἐς ἄλλον,
ἐν σοί, Λαῖτε, Πλάτων ζῇ πάλι φαινόμενος.
Search Help