[ ] Att. — p. ante 250 p.
See also:
1 ὦ μύσται, τότε μ’ εἴδετ’ ἀνακτόρου ἐκ προφανέντα
  νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον
ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί·
   τῶν ἀποπαυσάμενος θέσφατα νῦν ἰάχω.
5 οὔνομα δ’ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο
  μυστικὸς ᾤχετ’ ἄγων εἰς ἅλα πορφυρέην.
ἀλλ’ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ,
  λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι.
8a             vac. 0.068
9 νῦν ἤδη παῖδες κλυτὸν ὄνομα πατρὸς ἀρίστου
10  φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πελάγ[ει]·
οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ[άμενός τις]
σημαίνει μυσταῖς οὔνομα πατ[ρὸς ὁμοῦ],
σὺν δὲ Ποσειδάωνι φερώνυμος εὖ πα[ρεκλήθη].
               vac.
Search Help
Contact Us