[ ] Att. — ante 128/9
1   ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου
  καὶ ἡ βουλὴ τῶν ἑξακοσίων
  καὶ ὁ δῆμος = Κόιντον Πομπήιον
Κοίντου υἱὸν Κολλείνᾳ Καπίτωνα ποιη-
5 τὴν Περγαμηνὸν τὸν καὶ Ἀθηναῖον
     παντὶ μέτρῳ καὶ ῥυθμῷ τὴν μεγα-
λοφυῆ τῆς ποιήσεως ἀρετὴν ἐπιδειξά-
μενον καιρικαῖς ἀπανγελίαι<ς> διά τε
τὴν ἐν τῷ ἐπιτηδεύματι ὑπεροχὴν καὶ τὴν
10        περὶ τὰ ἤθη σεμνότητα.
Search Help
Contact Us