1 | μυστιπόλοι Δήμητρος, ἐμεῖό τις ἱερὴ ἔστω |
μνημοσύνη Δηοῦς παρ’ ἀνακτόρῳ· οὔνομα μέν μο[ι] | |
[Εὐ]νείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα | |
πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ, τοῦ δ’ ἄρ[α μήτηρ] | |
5 | Εὐνείκη. τῆς δ’ αὖτε σαόφρων ἱερόφ[αντις] |
ἦεν ἀπ’ Εἰσαίοιο φερώνυμος Ἀντολί[ης τε] | |
[Ε]ἰσιδότη, τοῦ κῦδος ἀμύμονο[ς Ἁδριανοῖο] | |
ῥητήρων· πάππος δ’ ἄρ’ ἐμεῦ πέλεν –⏑⏑ –⏑ | |
Ζωίλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρόν[ει ἶσα], | |
10 | τῷ μὲν ἀπ’ αἰγλήεντος ἀνακτόρου ἱερο[φάντῃ] |
Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι —— τὴν <δ>ὲ Πλά[τωνος] | |
δρέψατο —— ∶ Καλλαίσχρῳ περιωνύμῳ ∶ οὐ μὲν ἐμεῖο | |
[τηλ]οῦ συνκλήτοιο πέλει γένος· ἀνχόθι γάρ μο[ι] | |
[․․․․ ἀνε]ψιαδῶν ἕπεται κλέος Αὐσονίηθεν. | |
15 | vac. |
IG II²
3709