[ ]
Att. — ante med. s. III p.
| 1 | τύχῃ ἀγαθῇ. |
| τὸν λαμπρότατον ὑπατικὸν καὶ ἐπώνυμον ἄρχοντα | |
| Μ Οὔλπ Εὐβίοτον Λεῦρον Γα<ρ>γή[ττιον] πάσης | |
| ἀρετῆς ἕνεκα καὶ τῆς περὶ τὴν πατρίδα φιλο- | |
| 5 | τειμίας ἔν τε χρήμασι σιτωνικοῖς οἷς ἀθρόως ἔδωκεν |
| μυριάσι πέντε καὶ εἴκοσι καὶ τροφαῖς αἷς | |
| ἐν τῇ μεγάλῃ σπάνει παρέσχε, δόγματι | |
| τῶν κρατίστων Ἀρεοπαγειτῶν ἱερεὺς | |
| Πατρῴου Ἀπόλλωνος Πόπλιος Αἴλ Ζήνων | |
| 10 | Βερενικίδης τὸν κοινὸν εὐεργέτην καὶ |
| ἑαυτοῦ προστάτην. |