[ ] Att. — init. s. III p.
See also:
1            ἀγαθῆι τύχηι.
τὴν ἱέρειαν Δήμητρος καὶ Κόρης
Αἰλ Ἐπίλαμψιν Αἰλ Γέλωτος Φαληρέ-
ως θυγατέρα, τοῦ πρώτου ξυστάρχου
5 τῶν ἐν Ἀθήναις ἀγώνων, στρατηγή-
σαντος ἐπὶ τοὺς ὁπλείτας, ἱερέως
Διὸς Ὀλυμπίου v Διοκλέους ἄρξαν-
τος τὴν ἐπώνυμον ἀρχὴν ἔκγονον·
Αἰλ Ἀλεξάνδρου ἄρξαντος τὴν ἐπώ-
10 νυμον ἀρχὴν ἀδελφιδῆν· Αἰλ Ἄρδυος
ἀρχιερέως τῶν Σεβαστῶν, ἱερέως το[ῦ]
Ἐλευθερέως Διονύσου, ἄρξαντος τὴν
ἐπώνυμον ἀρχήν, κηρυκεύσαντος τὸ βʹ,
ἀγωνοθετήσαντος Ὀλυμπείων, στρα-
15 τηγήσαντος ἐπὶ τοὺς ὁπλείτας ἀνεψι-
άν· Αἰλ Καλλικράτους ἄρξαντος τὴν ἐ-
πώνυμον ἀρχήν, στρατηγήσαντος ἐ-
πὶ τοὺς ὁπλείτας, κηρυκεύσαντος, ἀ-
γωνοθετήσαντος ἀνεψιάν· Αἰλ Ἀλε-
20 ξάνδρου ἄρξαντος τὴν ἐπώνυμον
ἀρχὴν ἀνεψιάν· Αἰλ Γέλωτος ἄρξαντος
τὴν ἐπώνυμον ἀρχὴν ἀνεψιάν· Πό ∶ Πομ
Ἡγίου ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν,
στρατηγήσαντος ἐπὶ τοὺς ὁπλείτας τὸ βʹ,
25 ἀγωνοθετήσαντος Ὀλυμπεί<ω>ν καὶ γυ-
μνασιαρχήσαντος οἴκοθεν, πρεσβεύ-
σαντος οἴκοθεν, ἱερέως Διὸς Ὀλυμπίου,
μητέρα v ὁ ἐπώνυμος ἄρχων Π · Πομ
Ἡγίας Φαληρεὺς νε(ώτερος) καὶ Πομ Ἐπίλαμψις
30          τὴν ἑαυτῶν τήθην.
Search Help