[ ] Att. — c. 269/70
See also:
1 κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ
τῆς βουλῆς τῶν · ψν · καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν
ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ
ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα
5 καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο-
θεν ἱερέα παναγῆ · Πό · Ἑρέν · Δέξιππον Πτολεμαίου
Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδ[ες].
                 {²vac 0.032}²
8 ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους
ἄνδρας ἀγακλείτους γείνατο Κεκροπίη,
10 ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας
αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν·
καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας
εὕρατο παντοίην ἱστορίης ἀτραπόν.
ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα
15 E)KTEI/NAS XRONI/OUS PRH/CIAS E)CE/MAQEN.
φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθής
αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ.
τοὔνεκα δὲ καὶ παῖδες ἀγάκλειτον γενετῆρα
μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι.
Search Help
Contact Us