1 | κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ |
τῆς βουλῆς τῶν · ψν · καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν | |
ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ | |
ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα | |
5 | καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο- |
θεν ἱερέα παναγῆ · Πό · Ἑρέν · Δέξιππον Πτολεμαίου | |
Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδ[ες]. | |
{²vac 0.032}² | |
8 | ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους |
ἄνδρας ἀγακλείτους γείνατο Κεκροπίη, | |
10 | ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας |
αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν· | |
καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας | |
εὕρατο παντοίην ἱστορίης ἀτραπόν. | |
ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα | |
15 | ἐκτείνας χρονίους πρήξιας ἐξέμαθεν. |
φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθής | |
αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ. | |
τοὔνεκα δὲ καὶ παῖδες ἀγάκλειτον γενετῆρα | |
μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι. |
IG II²
3669