| 1 | κατὰ τὸ ἐπερώτημα τῆς ἐξ Ἀρίου πάγου βουλῆς καὶ |
| τῆς βουλῆς τῶν · ψν · καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τὸν | |
| ἄρξαντα τὴν τοῦ βασιλέως ἐν θεσμοθέταις ἀρχὴν καὶ | |
| ἄρξαντα τὴν ἐπώνυμον ἀρχὴν καὶ πανηγυριαρχήσαντα | |
| 5 | καὶ ἀγωνοθετήσαντα τῶν μεγάλων Παναθηναίων οἴκο- |
| θεν ἱερέα παναγῆ · Πό · Ἑρέν · Δέξιππον Πτολεμαίου | |
| Ἕρμειον τὸν ῥήτορα καὶ συνγραφέα ἀρετῆς ἕνεκα οἱ παῖδ[ες]. | |
| {²vac 0.032}² | |
| 8 | ἀλκῇ καὶ μύθοισι καὶ ἐν βουλαῖσι κρατίστους |
| ἄνδρας ἀγακλείτους γείνατο Κεκροπίη, | |
| 10 | ὧν ἕνα καὶ Δέξιππον, ὃς ἱστορίην ἐσαθρήσας |
| αἰῶνος δολιχὴν ἀτρεκέως ἔφρασεν· | |
| καὶ τὰ μὲν αὐτὸς ἐσεῖδε, τὰ δ’ ἐκ βύβλων ἀναλέξας | |
| εὕρατο παντοίην ἱστορίης ἀτραπόν. | |
| ἦ μέγα κλεινὸς ἀνήρ, ὃς νοῦ ἄπο μυρίον ὄμμα | |
| 15 | ἐκτείνας χρονίους πρήξιας ἐξέμαθεν. |
| φήμη μὲν περίβωτος ἀν’ Ἑλλάδα, τὴν ὁ νεανθής | |
| αἶνος Δεξίππῳ δῶκεν ἐφ’ ἱστορίῃ. | |
| τοὔνεκα δὲ καὶ παῖδες ἀγάκλειτον γενετῆρα | |
| μορφάεντα λίθου θῆκαν ἀμειβόμενοι. |
IG II²
3669