[ ] Att. — fin. II/init. III
See also:
1 γηραλέην ψυχὴν ἐπ’ ἀκμαίῳ σώματι Γλαῦκος
   καὶ κάλλει κεράσας κρείττονα σωφροσύνην
ὄργια πᾶσιν ἔφαινε βροτοῖς φαεσίμβροτα Δηοῦς
  εἰνάετες, δεκάτῳ δ’ ἦλθε πρὸς ἀθανάτους.
5 ἦ καλὸν ἐκ μακάρων μυστήριον, οὐ μόνον εἶναι
   τὸν θάνατον θνητοῖς οὐ κακὸν ἀλλ’ ἀγαθόν.
Search Help
Contact Us