1 | [μ]νῆμα τόδε ὑψιφανὲς Δη[οῦ]ς ζακ[όρ]οιο δέδορκας |
μυρίον ἐν σοφίῃ κῦδος ἐνενκαμένου, | |
ὃς τελετὰς ἀνέφηνε καὶ ὄργια πάννυχα μύσταις | |
Εὐμόλπου προχέων ἱμερόεσσαν ὄπα, | |
5 | ὃς καὶ δυσμενέων μόθον οὐ τρέσεν, ἀλλ’ ἐσάωσεν |
ἄχραντα ἀρρήτων θέσμια Κεκροπίδαις. | |
ἆ μάκαρ, ὃν καὶ δῆμος ἐπεστεφάνωσε γεραίρων | |
— — — — |
IG II²
3639