1 | ὄλβιος, ὦ Μαραθών, νῦν ἔπλεο, καὶ μελεδαντός |
ἀνδράσιν ἠὲ πάρος, φαίδιμον Ἀλκαΐδην | |
νοστήσαντ’ ἐσορῶν ἀβίων ἀπὸ Σαυροματάων | |
γαίης ἐκ νεάτης, ἔνθα φιλοπτολέμῳ | |
5 | Αὐσονίων βασιλῆι συνέσπετο τῆλ’ ἐλάοντι. |
τὸν μὲν ὁ κισσοφόρος παῖς Διὸς ἱρέα ὃν | |
αὐτὸς ἄγεν πάτρην ἐς ἀοίδιμον Εἰραφιώτης, | |
ἐξόπιθεν δὲ θεὼ δωσιβίω πρόεσαν. | |
τοῖσι δ’ Ἀθηναίη πολιήοχος ἀντεβόλησε | |
10 | ἐρχομένοις Ῥειτώ, Χαλκιδικὼ ποταμώ, |
Θρειῶζ’, ἔνθ’ ἁλίω συμβάλλετον οἶδμα ῥόος τε, | |
λαὸν ἄγουσα ἔτας πάντας ὁμηγερέας, | |
ἱρῆας μὲν πρῶτα θεῶν κομόωντας ἐθείραις | |
κόσμῳ τῷ σφετέρῳ, πάντας ἀριπρεπέας, | |
15 | ἱρείας δὲ μεταῦθι σαόφρονα Κύπριν ἐχούσας, |
τῇς δ’ ἔπι κυδαλίμους παῖδας ἀοιδοπόλους | |
Ζηνὶ θεηκολέοντας Ὀλυμπίωϊ μασικύδρους, | |
τοῖσι δ’ ἔπ’ ἠϊθέους ἵστορας ἠνορέης, | |
παῖδας Ἀθηναίων χαλκῷ γανάοντας ἐφήβους, | |
20 | τοὺς αὐτός, λήθην πατρὸς ἀκειόμενος |
Αἰγείδεω, λώβης δ<ν>οφοείμονος ἔσχεθε κούρο[υς] | |
ἀργυφέαις χλαίναις οἴκοθεν ἀμφιέσας, | |
δωρηθεὶς γ’ ἐνετῇσι κατωμαδὸν ἠλέκτροιο. | |
τῶν δ’ ὄπιθεν βουλὴ κεκριμένη Κεκρόπων | |
25 | ἔξαιτος προτέρω κίον ἀθρόοι, ἡ μὲν ἀρείω[ν], |
ἡ δ’ ἑτέρη μείων ἕσπετο τῇ κατόπιν. | |
πάντες δ’ ἐστολάδαντο νεόπλυτα φάρ[εα λευκά]· | |
τῶν δ’ ἀνχοῦ προβάδην ἔστιχ[εν ἄλλος ὄχλος] | |
ἐνδήμων ξείνων τε καὶ αι — — | |
30 | οὐδέ τις οἰκοφύλαξ λείπ[ετ’ ἐνὶ μεγάροις] |
οὐ παῖς, οὐ κούρη λευ[κώλενος, ἀλλ’ ἀγέροντο] | |
δέγμενοι Ἡρώδην — — | |
ὡς δ’ ὅτε παῖδα γε̣ — — | |
ἀμφιπέσῃ μή[τηρ — —] | |
35 | τηλόθεν ἐ[ξ ἀπίης γαίης — —] |
χαιροσύ[νῃ — —] | |
πλήν — — | |
ὦ[ρ]σ[ε? — —] |
IG II²
3606