[ ] Att. — c. 175 p.
1 ὄλβιος, ὦ Μαραθών, νῦν ἔπλεο, καὶ μελεδαντός
ἀνδράσιν ἠὲ πάρος, φαίδιμον Ἀλκαΐδην
νοστήσαντ’ ἐσορῶν ἀβίων ἀπὸ Σαυροματάων
γαίης ἐκ νεάτης, ἔνθα φιλοπτολέμῳ
5 Αὐσονίων βασιλῆι συνέσπετο τῆλ’ ἐλάοντι.
τὸν μὲν ὁ κισσοφόρος παῖς Διὸς ἱρέα ὃν
αὐτὸς ἄγεν πάτρην ἐς ἀοίδιμον Εἰραφιώτης,
ἐξόπιθεν δὲ θεὼ δωσιβίω πρόεσαν.
τοῖσι δ’ Ἀθηναίη πολιήοχος ἀντεβόλησε
10 ἐρχομένοις Ῥειτώ, Χαλκιδικὼ ποταμώ,
Θρειῶζ’, ἔνθ’ ἁλίω συμβάλλετον οἶδμα ῥόος τε,
λαὸν ἄγουσα ἔτας πάντας ὁμηγερέας,
ἱρῆας μὲν πρῶτα θεῶν κομόωντας ἐθείραις
κόσμῳ τῷ σφετέρῳ, πάντας ἀριπρεπέας,
15 ἱρείας δὲ μεταῦθι σαόφρονα Κύπριν ἐχούσας,
τῇς δ’ ἔπι κυδαλίμους παῖδας ἀοιδοπόλους
Ζηνὶ θεηκολέοντας Ὀλυμπίωϊ μασικύδρους,
τοῖσι δ’ ἔπ’ ἠϊθέους ἵστορας ἠνορέης,
παῖδας Ἀθηναίων χαλκῷ γανάοντας ἐφήβους,
20 τοὺς αὐτός, λήθην πατρὸς ἀκειόμενος
Αἰγείδεω, λώβης δ<ν>οφοείμονος ἔσχεθε κούρο[υς]
ἀργυφέαις χλαίναις οἴκοθεν ἀμφιέσας,
δωρηθεὶς γ’ ἐνετῇσι κατωμαδὸν ἠλέκτροιο.
τῶν δ’ ὄπιθεν βουλὴ κεκριμένη Κεκρόπων
25 ἔξαιτος προτέρω κίον ἀθρόοι, ἡ μὲν ἀρείω[ν],
ἡ δ’ ἑτέρη μείων ἕσπετο τῇ κατόπιν.
πάντες δ’ ἐστολάδαντο νεόπλυτα φάρ[εα λευκά]·
τῶν δ’ ἀνχοῦ προβάδην ἔστιχ[εν ἄλλος ὄχλος]
ἐνδήμων ξείνων τε καὶ αι — —
30 οὐδέ τις οἰκοφύλαξ λείπ[ετ’ ἐνὶ μεγάροις]
οὐ παῖς, οὐ κούρη λευ[κώλενος, ἀλλ’ ἀγέροντο]
δέγμενοι Ἡρώδην — —
ὡς δ’ ὅτε παῖδα γε̣ — —
ἀμφιπέσῃ μή[τηρ — —]
35 τηλόθεν[ξ ἀπίης γαίης — —]
χαιροσύ[νῃ — —]
πλήν — —
[ρ]σ[ε? — —]
Search Help
Contact Us