1 | [ἡ ἐ]ξ Ἀρείου πάγου βουλὴ κα[ὶ ἡ] |
βουλὴ τῶν ἑξακοσίων | |
καὶ ὁ δῆμος Τιβέριον Κλαύ- | |
διον Νούιον Φιλείνου υἱόν, | |
5 | τὸν ἐπὶ τοὺς ὁπλείτας στρα- |
τηγὸν τὸ · δ · καὶ ἱερέα Δηλίου | |
Ἀπόλλωνος διὰ βίου καὶ ἀγωνοθέ- | |
την τῶν μεγάλων Παναθηναίων | |
Σεβαστῶν καὶ Καισαρήων Σε- | |
10 | βαστῶν καὶ ἀρχιερέα Ἀντωνίας |
Σεβαστῆς, φιλοκαίσαρα καὶ | |
φιλόπατριν, ἀρετῆς ἕνεκεν. | |
ἐπὶ ἱερείας Ἰουνίας Μεγίστης | |
τῆς Ζήν[ων]ος Σο[υνι]έως. | |
15 | Ἐπάγαθος Ἀριστοδήμου. |
IG II²
3535