[ ] Att. — med. s. II a.
1 Παλλὰς Ἐρεχθειδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναόν
ἅδε τοι ἱδρύθη Φιλτέρα ἱρ[οπόλ]ος,
Βουταδέων ἐτύμων ἐξ αἵ[ματος], ἇς γενέτωρ μέν
ταγὸς ἔφυ στρατιᾶς πεντάκι Παυσίμαχος,
5 τοὶ πρόγονοι δ’ ἄνθησαν ἐν Αἰγείδαισι Λυκοῦργος
χὡ χθονὶ τιμάεις Ἀτθίδι Διογένης·
ἐν τῶι μὲ[ν] ῥήτωρ λόγος ἅνδανεν, οὗ δὲ δι’ ἔργα
ἔδρακεν ἀρχαίαν πατρὶς ἐλευθερίαν.
8a                  vac. 0.055
9 [Εὔ]χειρ καὶ Εὐβουλίδης Κρωπίδαι ἐποίησαν.
Search Help