[ ]
Att. — stoich. 54 — 434/3 a.
| face A.1 | [ἔδ]οχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Μνεσίθεος ἐ- |
| [γ]ραμμάτευε, Εὐπείθες ἐπεστάτε, Καλλίας εἶπε· ἀποδο͂ναι τοῖς θεοῖς | |
| [τ]ὰ χρέματα τὰ ὀφελόμενα, ἐπειδὲ τε͂ι Ἀθεναίαι τὰ τρισχίλια τάλαντ- | |
| [α] ἀνενένεγκται ἐς πόλιν, ℎὰ ἐφσέφιστο, νομίσματος ℎεμεδαπο͂. ἀποδι- | |
| 5 | [δ]όναι δὲ ἀπὸ το͂ν χρεμάτον, ἃ ἐς ἀπόδοσίν ἐστιν τοῖς θεοῖς ἐφσεφισμ- |
| [έ]να, τά τε παρὰ τοῖς ἑλλενοταμίαις ὄντα νῦν καὶ τἆλλα ἅ ἐστι τούτον | |
| [το͂]ν χρεμάτον, καὶ τὰ ἐκ τε͂ς δεκάτες ἐπειδὰν πραθε͂ι. λογισάσθον δὲ ℎ- | |
| [οι λ]ογισταὶ ℎοι τριάκοντα̣ ℎοίπερ νῦν τὰ ὀφελόμενα τοῖς θεοῖς ἀκρ- | |
| [ιβο͂]ς, συναγογε͂ς δὲ το͂λ λογιστο͂ν ἑ βολὲ αὐτοκράτορ ἔστο. ἀποδόντον | |
| 10 | [δὲ τ]ὰ χρέματα ℎοι πρυτάνες μετὰ τε͂ς βολε͂ς καὶ ἐχσαλειφόντον ἐπει- |
| [δὰν] ἀποδο͂σιν, ζετέσαντες τά τε πινάκια καὶ τὰ γραμματεῖα καὶ ἐάμ π- | |
| [ο ἄλ]λοθι ἐ͂ι γεγραμμένα. ἀποφαινόντον δὲ τὰ γεγραμμένα ℎοί τε ℎιερ- | |
| [ε͂ς κ]αὶ ℎοι ℎιεροποιοὶ καὶ εἴ τις ἄλλος οἶδεν. ταμίας δὲ ἀποκυαμεύε- | |
| [ν το]ύτον το͂ν χρεμάτον ℎόταμπερ τὰς ἄλλας ἀρχάς, καθάπερ τὸς το͂ν ℎι- | |
| 15 | [ερο͂]ν το͂ν τε͂ς Ἀθεναίας. ℎοῦτοι δὲ ταμιευόντον ἐμ πόλει ἐν το͂ι Ὀπισθ- |
| [οδό]μοι τὰ το͂ν θεο͂ν χρέματα ℎόσα δυνατὸν καὶ ὅσιον, καὶ συνανοιγόν- | |
| τον καὶ συγκλειόντον τὰς θύρας το͂ Ὀπισθοδόμο καὶ συσσεμαινόσθο- | |
| ν τοῖς το͂ν τε͂ς Ἀθεναίας ταμίαις. παρὰ δὲ το͂ν νῦν ταμιο͂ν καὶ το͂ν ἐπισ- | |
| τατο͂ν καὶ το͂ν ℎιεροποιο͂ν το͂ν ἐν τοῖς ℎιεροῖς, ℎοὶ νῦν διαχερίζο[σι]- | |
| 20 | ν, ἀπαριθμεσάσθον καὶ ἀποστεσάσθον τὰ χρέματα ἐναντίον τὲς βολ[ε͂]- |
| ς ἐμ πόλει, καὶ παραδεχσάσθον ℎοι ταμίαι ℎοι λαχόντες παρὰ το͂ν νῦ[ν] | |
| ἀρχόντον καὶ ἐν στέλει ἀναγραφσάντον μ̣ιᾶι ἅπαντα καθ’ ἕκαστόν τε | |
| το͂ν θεο͂ν τὰ χρέματα ℎοπόσα ἐστὶν ἑκάστοι καὶ συμπάντον κεφάλαιο- | |
| ν, χορὶς τό τε ἀργύριον καὶ τὸ χρυσίον. καὶ τὸ λοιπὸν ἀναγραφόντον ℎ- | |
| 25 | οι αἰεὶ ταμίαι ἐς στέλεν καὶ λόγον διδόντον το͂ν τε ὄντον χρεμάτον |
| καὶ το͂ν προσιόντον τοῖς θεοῖς καὶ ἐάν τι ἀ[π]αναλίσκεται κατὰ τὸν ἐ- | |
| νιαυτόν, πρὸς τὸς λογιστάς, καὶ εὐθύνας διδόντον. καὶ ἐκ Παναθεναί- | |
| ον ἐς Παναθέναια τὸλ λόγον διδόντον, καθάπερ ℎοι τὰ τε͂ς Ἀθεναίας τ- | |
| [α]μιεύοντες. τὰς δὲ στέλας, ἐν αἷς ἂν ἀναγράφσοσι τὰ χρέματα τὰ ℎιερ- | |
| 30 | [ά, θέ]ντον ἐμ πόλει ℎοι ταμίαι. ἐπειδὰν δὲ ἀποδεδομένα ἐ͂ι τοῖς θεοῖς |
| [τὰ χρ]έματα, ἐς τὸ νεόριον καὶ τὰ τείχε τοῖς περιο͂σι χρε͂σθαι χρέμασ- | |
| [ιν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| face B.1 | [ἔδοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Μνεσίθε]- |
| [ος ἐγραμμάτευε, Ε]ὐ̣π̣[ε]ίθες [ἐπεστάτε, Κ]α̣λ̣λ̣ίας ε̣ἶ̣π̣[ε· ․․․․11․․․․․] | |
| [․․5․․ τὰ λί]θ̣ινα καὶ τὰς Νί[κας τὰς χ]ρ̣υσᾶς καὶ τὰ Προ[πύλαια· ․․․․] | |
| [․․․․9․․․․]εθε͂ι παντελο͂ς [․․․7․․․]σει χρε͂σθαι ἀπ[․․․․11․․․․․] | |
| 5 | [․․․․9․․․․] κατὰ τὰ ἐφσεφι[σμένα], καὶ τὲν ἀκρόπολιν [․․․․10․․․․] |
| [․․․․9․․․․]ργ̣μένα καὶ ἐπι[σκευά]ζεν δέκα τάλαντα ἀ[ναλίσκοντα]- | |
| [ς το͂ ἐνιαυτ]ο͂ ℎεκάστο ℎέος [ἂν ․․․․]θε͂ι καὶ ἐπισκευα̣[σθε͂ι ℎος κάλ]- | |
| [λιστα· συνε]πιστατόντ[ο]ν δ̣[ὲ το͂ι ἔρ]γ[ο]ι [ο]ἱ ταμίαι καὶ [οἱ ἐπιστάτα]- | |
| [ι· τὸ δὲ γράμ]μα τὸν ἀρχιτέκ[τονα ποι]ε͂ν [ὅ]σπερ το͂μ̣ Προ[πυλαίον· ℎοῦ]- | |
| 10 | [τος δὲ ἐπιμ]ε̣λέσ[θο] μετὰ το͂[ν ἐπιστ]α̣το͂ν ℎόπος ἄριστ̣[α καὶ εὐτελέ]- |
| [στατα ․․5․․]έσεται ℎε ἀκρ̣[όπολις] καὶ ἐπισκευασθέ[σεται τὰ δεό]- | |
| [μενα· τοῖς δ]ὲ ἄλλοις χρέμα[σιν τοῖ]ς τε͂ς Ἀθεναίας το[ῖς τε νῦν ὀ͂σι]- | |
| [ν ἐμ πόλει κ]αὶ ℎάττ’ ἂν τ[ὸ] λο[ιπὸν ἀν]αφέρεται μὲ χρε͂σ[θ]α[ι μεδὲ δαν]- | |
| [είζεσθαι ἀ]π’ αὐτο͂ν ἐ[ς] ἄλλο μ̣[εδὲν ἒ] ἐς ταῦτα ℎυπὲρ μυ[ρ]ί[ας δραχμὰ]- | |
| 15 | [ς ἒ ἐς ἐπισκ]ευὲν ἐάν τι δέε[ι· ἐς ἄλλ]ο δὲ μεδὲν χρε͂σ[θ]α[ι τοῖς χρέμα]- |
| [σιν ἐὰμ μὲ τ]ὲν ἄδειαν φσεφ[ίσεται] ὁ δε͂μος καθάπερ ἐ[ὰμ φσεφίσετ]- | |
| [αι περὶ ἐσφ]ορᾶς· ἐὰν δέ τις [εἴπει ἒ] ἐπιφσεφί̣[σ]ει μὲ ἐ[φσεφισμένε]- | |
| [ς πο τε͂ς ἀδεί]ας χρε͂σθαι το[ῖς χρέμ]ασιν τοῖ[ς] τε͂ς Ἀθε[ναίας, ἐνεχέ]- | |
| [σθο τοῖς α]ὐ̣τοῖς ℎοῖσπερ ἐά[ν τι ἐσ]φέρεν εἴπει ἒ ἐπιφ[σεφίσει· θε]- | |
| 20 | [οῖς δὲ πᾶσ]ι̣ν̣ κατατιθέναι κ[ατὰ τὸ]ν ἐνιαυτὸν τὰ ℎεκά[στοι ὀφελό]- |
| [μενα παρὰ τ]ο̣ῖς ταμίασι το͂ν [τε͂ς Ἀθ]εναίας τὸς ἑλλενο[ταμίας· ἐπε]- | |
| [ιδὰν δ’ ἀπὸ] τ̣[ο͂]ν διακοσίον τα[λάντο]ν ℎὰ ἐς ἀπόδοσιν ἐφ[σεφίσατο ℎ]- | |
| [ο δε͂μος τοῖ]ς ἄλλοις θεοῖς ἀ[ποδοθ]ε͂ι τὰ ὀφελόμενα, τα[μιευέσθο τ]- | |
| [ὰ μὲν τε͂ς Ἀθ]ε̣ναίας χρέματα [ἐν το͂ι] ἐπὶ δεχσιὰ το͂ Ὀπισ[θοδόμο, τὰ δ]- | |
| 25 | [ὲ το͂ν ἄλλον θ]εο͂ν ἐν το͂ι ἐπ’ ἀρ[ιστερ]ά vacat |
| [ℎοπόσα δὲ το͂]ν χρεμάτον το͂ν [ℎιερο͂]ν ἄστατά ἐστιν ἒ ἀν[αρίθμετα ℎ]- | |
| [οι ταμίαι] ℎ̣[ο]ι νῦν μετὰ το͂ν τε̣[ττάρο]ν ἀρχο͂ν ℎαὶ ἐδίδο[σαν τὸν λόγ]- | |
| [ον τὸν ἐκ Πα]ν̣αθεναίον ἐς Παν̣[αθένα]ια ℎοπόσα μὲγ χρυ[σᾶ ἐστιν αὐ]- | |
| [το͂ν ἒ ἀργυρᾶ] ἒ ὑπ̣ά̣ρ̣γ̣υ̣ρ̣α̣ στε[σάντον, τὰ δ]ὲ̣ ἄ̣λ̣λ̣[α ἀριθμεσάντον ․․․] | |
| 30 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |