1 | νίκαν μὲν Πτολεμαίου ἐπώνυμοι Ἀτταλίδας τε |
λαὸς ἕλεν φυλᾶς τ’ ἔκγονοι Ἁδριανοῦ | |
Αἰγείδας τε φερεστέφανος Πανδειονίδαι τε | |
αἷμα τ’ Ἐρεχθειδᾶν, κοῦροι ἐγερσιβόαι. | |
5 | ῥυθμοῖσιν δ’ ἕσποντο πολυπτύκτοις Ἀγαθοκλε<ῦ>ς, |
․․․σοις αὐλοβόαν Ζώσιμον ὀσσόμενοι. | |
․․5․․ ἆρχεν Ἀθανάοις, ἔντυνε δὲ μολπάν | |
[χρησάμε]νος? ψαλμοῖς ἀμφικρότοισι Τρύφων. | |
[ἄμφι δ’ Ἄγρων]ι? ἄνασσα Χοραγία, ἀμφὶ δὲ Νίκα | |
10 | [ἕσπετο οἱ κλει]νά τ’ Ἀγλαία τρίποδος. |
vac. |
IG II²
3118