[ ]
Att. — stoich. 28 — 306/5
1 | [θε]οί. |
[ο]ἱ ὀργεῶνες ἐμίσθωσαν τὸ ἱερὸν το- | |
[ῦ] Ἐγρέτου Διογνήτωι Ἀρκεσίλου Με- | |
λιτεῖ εἰς δέκα ἔτη ∶ΗΗ∶ δραχμῶν τοῦ ἐ- | |
5 | {ε}νιαυτοῦ {²⁶ἐνιαυτοῦ}²⁶ ἑκάστου, χρῆ%⁸⁰%⁸⁰σθαι τῶι ἱ- |
ερῶι καὶ ταῖς οἰκία<ι>ς ταῖς ἐνωικοδ- | |
ομημέναις ὡς ἱερῶι. περιαλείψει δ- | |
ὲ Διόγνητος καὶ τῶν τοίχων τοὺς δε- | |
ομένους, ἐνοικοδομήσει δὲ καὶ κατ- | |
10 | ασκευάι καὶ ἄλλ’ ὅ<τ>αν τι βούληται v |
Διόγνητος. ὅταν δὲ ὁ χρόνος ἐξίηι v | |
αὐτῶι τῆς δεκαετίας, ἄπεισιν ἔχων | |
τὰ ξύλα καὶ τὸν κέραμον καὶ τὰ θυρώ- | |
[μ]ατα, τῶν δ’ ἄλλων κινήσει οὐθέν. ἐπι- | |
15 | [μ]ελήσεται δὲ καὶ τῶν δένδρων τῶν v |
ἐν τῶι ἱερῶι πεφυκότων, καὶ ἄν τι ἐγ- | |
λείπει, ἀντεμβαλεῖ καὶ παραδώσει | |
τὸν αὐτὸν ἀριθμόν. τὴν δὲ μίσθωσιν | |
ἀποδώσει Διόγνητος τῶι ἀεὶ ταμιε- | |
20 | ύοντι τῶν ὀργεώνων ἑκάστου τοῦ ἐν- |
ιαυτοῦ τὴμ μὲν ἡμίσεαν τὰς ∶Η∶ δραχμὰ[ς] | |
τοῦ Βοηδρομιῶνος τῆι νουμηνίαι, v | |
τὴν δὲ λοιπὴν τὰς ∶Η∶ δραχμὰς τοῦ Ἐλα- | |
φηβολιῶνος τῆι νουμ<η>νίαι. ὅταν δὲ | |
25 | θύωσιν οἱ ὀργεῶνες τῶι ἥρωι τοῦ Βο- |
ηδρομιῶνος, παρέχειν Διόγνητον τ- | |
ὴν οἰκίαν, οὗ τὸ ἱερόν ἐστιν, ἀνεωιγ- | |
μένην καὶ στέγην καὶ τὸ ὀπτάνιον v | |
καὶ κλίνας καὶ τραπέζας εἰς δύο τρ- | |
30 | ίκλινα. ἐὰν δὲ μὴ ἀποδιδῶι τὴμ μίσθ- |
ωσιν Διόγνητος ἐν τοῖς χρόνοις τοῖς | |
γεγραμμένοις ἢ τἆλλα μὴ ποεῖ τὰ ἐν | |
τῆι μισθώσει γεγραμμένα, ἄκυρος v | |
ἔστω αὐτῶι ἡ μίσθωσις καὶ στερέσθω | |
35 | τῶν ξύλων καὶ τοῦ κεράμου καὶ τῶν v |
θυρωμάτων, καὶ ἐξέστω τοῖς ὀργεῶσι | |
μισθοῦν ὅτωι ἂν βούλωνται. ἐὰν δέ τις | |
εἰσφορὰ γίνηται, ἀπὸ τοῦ τιμήματος | |
τοῖς ὀργεῶσιν εἶναι. ἀναγράψαι δὲ | |
40 | τὴμ μίσθωσιν τήνδε Διόγνητον εἰς |
τὴν στήλην τὴν ὑπάρχουσαν ἐν τῶι ἱ- | |
ερῶι. χρόνος ἄρχει τῆς μισθώσεως v | |
ἄρχων ὁ μετὰ Κόροιβον ἄρχοντα. vvv |