[ ] Att. — stoich. 28 — 306/5
1               [θε]οί.
[ο]ἱ ὀργεῶνες ἐμίσθωσαν τὸ ἱερὸν το-
[ῦ] Ἐγρέτου Διογνήτωι Ἀρκεσίλου Με-
λιτεῖ εἰς δέκα ἔτη ∶ΗΗ∶ δραχμῶν τοῦ ἐ-
5 [3ε}νιαυτοῦ {²⁶ἐνιαυτοῦ}²⁶ ἑκάστου, χρῆ%⁸⁰%⁸⁰σθαι τῶι ἱ-
ερῶι καὶ ταῖς οἰκία<ι>ς ταῖς ἐνωικοδ-
ομημέναις ὡς ἱερῶι. περιαλείψει δ-
ὲ Διόγνητος καὶ τῶν τοίχων τοὺς δε-
ομένους, ἐνοικοδομήσει δὲ καὶ κατ-
10 ασκευάι καὶ ἄλλ’ ὅ<τ>αν τι βούληται v
Διόγνητος. ὅταν δὲ ὁ χρόνος ἐξίηι v
αὐτῶι τῆς δεκαετίας, ἄπεισιν ἔχων
τὰ ξύλα καὶ τὸν κέραμον καὶ τὰ θυρώ-
[μ]ατα, τῶν δ’ ἄλλων κινήσει οὐθέν. ἐπι-
15 [μ]ελήσεται δὲ καὶ τῶν δένδρων τῶν v
ἐν τῶι ἱερῶι πεφυκότων, καὶ ἄν τι ἐγ-
λείπει, ἀντεμβαλεῖ καὶ παραδώσει
τὸν αὐτὸν ἀριθμόν. τὴν δὲ μίσθωσιν
ἀποδώσει Διόγνητος τῶι ἀεὶ ταμιε-
20 ύοντι τῶν ὀργεώνων ἑκάστου τοῦ ἐν-
ιαυτοῦ τὴμ μὲν ἡμίσεαν τὰς ∶Η∶ δραχμὰ[ς]
τοῦ Βοηδρομιῶνος τῆι νουμηνίαι, v
τὴν δὲ λοιπὴν τὰς ∶Η∶ δραχμὰς τοῦ Ἐλα-
φηβολιῶνος τῆι νουμ<η>νίαι. ὅταν δὲ
25 θύωσιν οἱ ὀργεῶνες τῶι ἥρωι τοῦ Βο-
ηδρομιῶνος, παρέχειν Διόγνητον τ-
ὴν οἰκίαν, οὗ τὸ ἱερόν ἐστιν, ἀνεωιγ-
μένην καὶ στέγην καὶ τὸ ὀπτάνιον v
καὶ κλίνας καὶ τραπέζας εἰς δύο τρ-
30 ίκλινα. ἐὰν δὲ μὴ ἀποδιδῶι τὴμ μίσθ-
ωσιν Διόγνητος ἐν τοῖς χρόνοις τοῖς
γεγραμμένοις ἢ τἆλλα μὴ ποεῖ τὰ ἐν
τῆι μισθώσει γεγραμμένα, ἄκυρος v
ἔστω αὐτῶι ἡ μίσθωσις καὶ στερέσθω
35 τῶν ξύλων καὶ τοῦ κεράμου καὶ τῶν v
θυρωμάτων, καὶ ἐξέστω τοῖς ὀργεῶσι
μισθοῦν ὅτωι ἂν βούλωνται. ἐὰν δέ τις
εἰσφορὰ γίνηται, ἀπὸ τοῦ τιμήματος
τοῖς ὀργεῶσιν εἶναι. ἀναγράψαι δὲ
40 τὴμ μίσθωσιν τήνδε Διόγνητον εἰς
τὴν στήλην τὴν ὑπάρχουσαν ἐν τῶι ἱ-
ερῶι. χρόνος ἄρχει τῆς μισθώσεως v
ἄρχων ὁ μετὰ Κόροιβον ἄρχοντα. vvv
Search Help
Contact Us