[ ]
Att. — stoich. 28 — 306/5
| 1 | [θε]οί. |
| [ο]ἱ ὀργεῶνες ἐμίσθωσαν τὸ ἱερὸν το- | |
| [ῦ] Ἐγρέτου Διογνήτωι Ἀρκεσίλου Με- | |
| λιτεῖ εἰς δέκα ἔτη ∶ΗΗ∶ δραχμῶν τοῦ ἐ- | |
| 5 | {ε}νιαυτοῦ {²⁶ἐνιαυτοῦ}²⁶ ἑκάστου, χρῆ%⁸⁰%⁸⁰σθαι τῶι ἱ- |
| ερῶι καὶ ταῖς οἰκία<ι>ς ταῖς ἐνωικοδ- | |
| ομημέναις ὡς ἱερῶι. περιαλείψει δ- | |
| ὲ Διόγνητος καὶ τῶν τοίχων τοὺς δε- | |
| ομένους, ἐνοικοδομήσει δὲ καὶ κατ- | |
| 10 | ασκευάι καὶ ἄλλ’ ὅ<τ>αν τι βούληται v |
| Διόγνητος. ὅταν δὲ ὁ χρόνος ἐξίηι v | |
| αὐτῶι τῆς δεκαετίας, ἄπεισιν ἔχων | |
| τὰ ξύλα καὶ τὸν κέραμον καὶ τὰ θυρώ- | |
| [μ]ατα, τῶν δ’ ἄλλων κινήσει οὐθέν. ἐπι- | |
| 15 | [μ]ελήσεται δὲ καὶ τῶν δένδρων τῶν v |
| ἐν τῶι ἱερῶι πεφυκότων, καὶ ἄν τι ἐγ- | |
| λείπει, ἀντεμβαλεῖ καὶ παραδώσει | |
| τὸν αὐτὸν ἀριθμόν. τὴν δὲ μίσθωσιν | |
| ἀποδώσει Διόγνητος τῶι ἀεὶ ταμιε- | |
| 20 | ύοντι τῶν ὀργεώνων ἑκάστου τοῦ ἐν- |
| ιαυτοῦ τὴμ μὲν ἡμίσεαν τὰς ∶Η∶ δραχμὰ[ς] | |
| τοῦ Βοηδρομιῶνος τῆι νουμηνίαι, v | |
| τὴν δὲ λοιπὴν τὰς ∶Η∶ δραχμὰς τοῦ Ἐλα- | |
| φηβολιῶνος τῆι νουμ<η>νίαι. ὅταν δὲ | |
| 25 | θύωσιν οἱ ὀργεῶνες τῶι ἥρωι τοῦ Βο- |
| ηδρομιῶνος, παρέχειν Διόγνητον τ- | |
| ὴν οἰκίαν, οὗ τὸ ἱερόν ἐστιν, ἀνεωιγ- | |
| μένην καὶ στέγην καὶ τὸ ὀπτάνιον v | |
| καὶ κλίνας καὶ τραπέζας εἰς δύο τρ- | |
| 30 | ίκλινα. ἐὰν δὲ μὴ ἀποδιδῶι τὴμ μίσθ- |
| ωσιν Διόγνητος ἐν τοῖς χρόνοις τοῖς | |
| γεγραμμένοις ἢ τἆλλα μὴ ποεῖ τὰ ἐν | |
| τῆι μισθώσει γεγραμμένα, ἄκυρος v | |
| ἔστω αὐτῶι ἡ μίσθωσις καὶ στερέσθω | |
| 35 | τῶν ξύλων καὶ τοῦ κεράμου καὶ τῶν v |
| θυρωμάτων, καὶ ἐξέστω τοῖς ὀργεῶσι | |
| μισθοῦν ὅτωι ἂν βούλωνται. ἐὰν δέ τις | |
| εἰσφορὰ γίνηται, ἀπὸ τοῦ τιμήματος | |
| τοῖς ὀργεῶσιν εἶναι. ἀναγράψαι δὲ | |
| 40 | τὴμ μίσθωσιν τήνδε Διόγνητον εἰς |
| τὴν στήλην τὴν ὑπάρχουσαν ἐν τῶι ἱ- | |
| ερῶι. χρόνος ἄρχει τῆς μισθώσεως v | |
| ἄρχων ὁ μετὰ Κόροιβον ἄρχοντα. vvv |