[ ]
Att. — stoich. 43 — 321/0
1 | ἐπὶ Ἀρχίππου ἄρχοντος, Φρυνίωνος δημαρχοῦ[ντος]. |
κατὰ τάδε μισθοῦσιν Πειραιεῖς Παραλίαν καὶ Ἁλμυρί- | |
[δ]α καὶ τὸ Θησεῖον καὶ τἆλλα τεμένη ἅπαντα· τοὺς μισθω- | |
[σ]αμένους ὑπὲρ ∶Δ∶ δραχμὰς καθιστάναι ἀποτίμημα τῆς μ- | |
5 | [ι]σθώσεως ἀξιόχρεων, τοὺς δὲ ἐντὸς Δ δραχμ<ῶ>ν ἐγγυ<η>τὴ- |
[ν] ἀποδιδόμενον τὰ ἑαυτοῦ τῆς μισθώσεως· ἐπὶ τοῖσδε μ- | |
[ι]σθοῦσιν ἀνεπιτίμητα καὶ ἀτελῆ· ἐάν δέ τις εἰσφορὰ γ- | |
[ί]γνηται ἀπὸ τῶν χωρίων τοῦ τιμήματος, τοὺς δημότας ε- | |
[ἰ]σφέρειν· τὴν δὲ <ἰ>λ<ὺ>ν καὶ τὴν γῆν μή ἐξέστω ἐξάγειν το- | |
10 | [ὺ]ς μισθωσαμένους μήτε ἐκ τοῦ Θησείου μήτε ἐκ τῶν ἄλλ- |
ων τεμενῶν, μηδὲ τὴν ὕλην ἄλλ%⁸⁰οσ’ ἢ τῶι χωρίωι· οἱ μισ[θω]- | |
σάμενοι τὸ Θεσμοφόριον καὶ τὸ τοῦ Σχοινοῦντος καὶ <τ>- | |
ἆλλα ἐννόμια τὴν μίσθω[σ]ιν καταθήσουσι τὴμ μὲν ἡμίσ- | |
εαν ἐν τῶι Ἑκατομβαιῶνι, τὴν δὲ ἡμίσεαν ἐν τῶι Ποσιδε- | |
15 | ῶνι· οἱ μισθωσάμενοι Παραλίαν καὶ Ἁλμυρίδα καὶ τὸ Θη- |
σεῖον καὶ τἆλλα εἴ πού τί ἐστιν, ὅσα οἷόν τε καὶ θεμιτόν | |
ἐστιν ἐργάσιμα ποεῖν, κατὰ τάδε ἐργάσονται· τὰ μὲν ἐ- | |
ννέα ἔτη ὅπως ἂν βούλωνται, τῶι δὲ δεκάτωι ἔτηι τὴν ἡ- | |
μίσεαν ἀροῦν καὶ μὴ πλεί<ω>, ὅπως ἂν τῶι μισθωσαμένωι | |
20 | μετὰ ταῦτα ἐξῆι ὑπεργάζεσθαι ἀπὸ τῆς ἕκτης ἐπὶ δέκ- |
α τοῦ Ἀνθεστηριῶνος. ἐὰν δὲ πλείω ἀρόσει ἢ τὴν ἡμίσε- | |
αν, τῶν δημοτῶν ἔστω ὁ καρπὸς ὁ πλείων· τὴν οἰκίαν τὴ[ν] | |
[ἐν Ἁλμυρ]ίδι στέγουσαν παραλαβὼν καὶ ὀρθὴν κατὰ τ[α]- | |
[ὐτὰ ἀποδώσει ․․․․․․․․․․23․․․․․․․․․․․]ο̣ν ὀρθαί [․] | |
25 | — — — |