[ ] Att. — stoich. 43 — 321/0
1 ἐπὶ Ἀρχίππου ἄρχοντος, Φρυνίωνος δημαρχοῦ[ντος].
κατὰ τάδε μισθοῦσιν Πειραιεῖς Παραλίαν καὶ Ἁλμυρί-
[δ]α καὶ τὸ Θησεῖον καὶ τἆλλα τεμένη ἅπαντα· τοὺς μισθω-
[σ]αμένους ὑπὲρ ∶Δ∶ δραχμὰς καθιστάναι ἀποτίμημα τῆς μ-
5 [ι]σθώσεως ἀξιόχρεων, τοὺς δὲ ἐντὸς Δ δραχμ<ῶ>ν ἐγγυ<η>τὴ-
[ν] ἀποδιδόμενον τὰ ἑαυτοῦ τῆς μισθώσεως· ἐπὶ τοῖσδε μ-
[ι]σθοῦσιν ἀνεπιτίμητα καὶ ἀτελῆ· ἐάν δέ τις εἰσφορὰ γ-
[ί]γνηται ἀπὸ τῶν χωρίων τοῦ τιμήματος, τοὺς δημότας ε-
[ἰ]σφέρειν· τὴν δὲ <ἰ>λ<ὺ>ν καὶ τὴν γῆν μή ἐξέστω ἐξάγειν το-
10 [ὺ]ς μισθωσαμένους μήτε ἐκ τοῦ Θησείου μήτε ἐκ τῶν ἄλλ-
ων τεμενῶν, μηδὲ τὴν ὕλην ἄλλ%⁸⁰οσ’ ἢ τῶι χωρίωι· οἱ μισ[θω]-
σάμενοι τὸ Θεσμοφόριον καὶ τὸ τοῦ Σχοινοῦντος καὶ <τ>-
ἆλλα ἐννόμια τὴν μίσθω[σ]ιν καταθήσουσι τὴμ μὲν ἡμίσ-
εαν ἐν τῶι Ἑκατομβαιῶνι, τὴν δὲ ἡμίσεαν ἐν τῶι Ποσιδε-
15 ῶνι· οἱ μισθωσάμενοι Παραλίαν καὶ Ἁλμυρίδα καὶ τὸ Θη-
σεῖον καὶ τἆλλα εἴ πού τί ἐστιν, ὅσα οἷόν τε καὶ θεμιτόν
ἐστιν ἐργάσιμα  ποεῖν, κατὰ τάδε ἐργάσονται· τὰ μὲν ἐ-
ννέα ἔτη ὅπως ἂν βούλωνται, τῶι δὲ δεκάτωι ἔτηι τὴν ἡ-
μίσεαν ἀροῦν καὶ μὴ πλεί<ω>, ὅπως ἂν τῶι μισθωσαμένωι
20 μετὰ ταῦτα ἐξῆι ὑπεργάζεσθαι ἀπὸ τῆς ἕκτης ἐπὶ δέκ-
α τοῦ Ἀνθεστηριῶνος. ἐὰν δὲ πλείω ἀρόσει ἢ τὴν ἡμίσε-
αν, τῶν δημοτῶν ἔστω ὁ καρπὸς ὁ πλείων· τὴν οἰκίαν τὴ[ν]
[ἐν Ἁλμυρ]ίδι στέγουσαν παραλαβὼν καὶ ὀρθὴν κατὰ τ[α]-
[ὐτὰ ἀποδώσει ․․․․․․․․․․23․․․․․․․․․․․]ο̣ν ὀρθαί [․]
25 — — —
Search Help
Contact Us