[ ]
Att. — non-stoich. — post med. s. IV a.
| 1 | ἀγαθεῖ τύχει· ἐπὶ Φιλιππίδου ἱερέ- |
| ως· κατὰ τάδε ἐμίσθωσαν Ἀντί- | |
| μάχος Ἀμφιμάχου, Φειδόστρατος | |
| Μνησιχάρου, Δημάρετος Λεωσθένο- | |
| 5 | υ, Κτησίας Κτησιφῶντος, Κτήσιππος anaglyphum |
| Κτησιφῶντος, Κτησιχάρης Κτησιφ- | |
| ῶντος, Κτησίας Τιμοκράτου, Χαιρέα- | |
| ς Μνησιχάρου Κυθηρίων οἱ μερῖται | |
| τὸ ἐργαστήριον τὸ ἐν Πειραεῖ καὶ τ- | |
| 10 | ὴν οἴκησιν τὴν προσοῦσαν αὐτῶι |
| καὶ τὸ οἰκημάτιον τὸ ἐπὶ τοῦ κοπρῶνος εἰς τὸν ἅπαντ- | |
| α χρόνον Εὐκράτει Ἐξηκίου Ἀφιδναί<ω>ι δραχμῶν 𐅄𐅂𐅂𐅂𐅂 το- | |
| ῦ ἐνιαυτοῦ ἑκάστου ἀτελὲς ἀπάντων, ἐφ’ ὧιτε διδόν- | |
| αι τὰς {ς} μὲν ΔΔΔ ἐν τῶι Ἑκατονβαιῶνι τὰς δ’ εἴκοσι καὶ | |
| 15 | τέτταρας ἐν τῶι Ποσιδεῶνι, ἐπισκευάσαι δὲ τά δεόμε- |
| να τοῦ ἐρ<γ>αστηρίου καὶ τῆς οἰκήσεως ἐν τῶι πρώτ- | |
| ωι ἐνιαυτῶι· ἐάν δὲ μὴ ἀποδιδῶι τὴν μίσθωσιν κατὰ τὰ | |
| γεγραμμένα ἢ μὴ ἐπισκευάζει, ὀφείλειν αὐτὸν τὸ διπ- | |
| λάσιον καὶ ἀπιέναι Εὐκράτην ἐκ τοῦ ἐργαστηρίου μη- | |
| 20 | θένα λόγον λέγοντα· ἐνγυητὴς τοῦ ποήσειν τὰ γεγρα- |
| μμένα Ἐξηκίας Ἀφιδναῖος ἐν τῶι χρόνωι τῶι γεγρα- | |
| μμένωι· βεβαιοῦν δὲ τὴν μίσθωσιν Κυθηρίων τοὺς μερί- | |
| τας Εὐκράτει καὶ τοῖς ἐγγ[όνοις] αὐτοῦ, εἰ δὲ μή, ὀφείλειν | |
| δραχμὰς Χ· ἀναγράψαι δ[ὲ τ]άσδε τὰς συνθήκας Εὐ- | |
| 25 | κράτην ἐν στήλει λιθίνει καὶ στῆσαι [παρὰ τ]ὸν ἥρω· ἐὰ- |
| ν δέ [τι]ς εἰσφορὰ γίγνηται ἢ ἄλλο τι ἀπ[ότ]εισμα τρό- | |
| πωι ὁτ<ω>ιοῦν, εἰσφέρειν Εὐκράτην κατὰ τὸ τίμημα κα- | |
| θ’ ἑπτὰ μνᾶς. θεοί. | |
| vac. |